1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

30

κἀγώ, ὅτι οὐκ ἄδικος ὁ θεός, ἀλλὰ καὶ κολάζων τοὺς ἀσεβεῖς κατὰ τὸν τοῦ δικαίου κολάζει λόγον. δεικνὺς δέ, ὅτι τοῦτο τὸ δόγμα παρ' ἑαυτῷ πάγιον ἔχει, οἱονεὶ μεθ' ὅρκου πιστοῦται τὸν λόγον φήσας· ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. οὕτω δὲ προοιμιάσατο τοὺς ἐφεξῆς ἑαυτοῦ λόγους προασφαλιζόμενος, ἵνα ὅταν λέγῃ· ἡδέως κρίνομαι πρὸς θεόν, μή τις ὑπολάβῃ, ὅτι ὡς ἄδικα πάσχων τοῦτό φησιν, ἀλλ' ὅτι θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ τῇ ἑαυτοῦ δικαιοσύνῃ καὶ τῇ περὶ θεὸν ἀγάπῃ τοὺς λόγους προφέρει. ὅτι μὲν οὖν οὐδὲν ἑαυτῷ σύνοιδεν ἁμάρτημα, πρόδηλον ἐκ τῶν ἑαυ 90 τοῦ λόγων· ἐπιστάμενος δέ, ὡς πρὸς τὴν θείαν ἀκρίβειαν οὐδείς ἐστιν ἀναμάρτητος, ἐπιφέρει καί φησιν· 9, 24 πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ; ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτοῦ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. σοφὸς γάρ ἐστι διανοίᾳ κραταιός τε καὶ μέγας. ἀλλὰ καὶ τοῦτο οἶδα, φησίν, ὅτι οὐδεὶς πρὸς τὴν θείαν ἀκρίβειαν δίκαιος, εἰ μὴ γὰρ μόνον κατὰ χάριν ἐθελήσῃ δικαιῶσαι· εἰ δὲ μή, οὐκ ἔστι πρὸς αὐτὸν διᾶραι. ἐὰν γὰρ ἐθελήσῃ ὁ θεὸς κρίνεσθαι μετὰ ἀνθρώπου, ἀμηχανεῖ ὁ ἄνθρωπος ὅλως ὑπακοῦσαι καὶ διᾶραι τὸ στόμα. οὐ γὰρ δύναται χιλίους λόγους λέγοντος τοῦ θεοῦ πρὸς ἕνα γοῦν καὶ μόνον ἀντειπεῖν, ὅτι κακῶς ἐρρέθη. τὴν γὰρ αὐτοσοφίαν ἀμήχανον μὴ πάντα εἰδέναι καὶ τὰ ἡμᾶς διαλανθάνοντα, ἀμήχανον δὲ καὶ ἄσοφόν τι λαλῆσαι ἢ ἐπιλήψιμον. μετὰ δὲ τοῦ σοφοῦ ἔχει καὶ τὸ παντοδύναμον καὶ τὸ τῆς φύσεως μεγαλεῖον. πάλιν δὲ σημειωτέον, ὡς ταῦτα προεῖπεν ὁ δίκαιος μονονουχὶ λέγων τὸ τοῦ μακαρίου ∆αυίδ· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, ἵνα, ἐὰν ἀκούσωμεν αὐτοῦ βουλομένου κρίνεσθαι πρὸς θεόν, μὴ ὑπολάβωμεν, ὅτι φησίν· ἄδικα πάσχω καὶ δύναμαι κρινόμενος πρὸς θεὸν ἀπελέγξαι αὐτὸν οὐ δίκαια ποιοῦνταἄπαγε, πόρρω γὰρ ταῦτα τῆς τοῦ μεγάλου καὶ φιλοθέου Ἰὼβ μεγαλονοίας, ἀλλ' ἵνα μάθωμεν, ὅτι τὰς μὲν παρὰ ἀνθρώποις κρίσεις φεύγει οἷα ἢ κατὰ ἄγνοιαν λαλούντων ἢ πρὸς χάριν τινός, ὃ δὴ πεπόνθασιν οἱ αὐτοῦ φίλοι πεπλανημένοι περὶ τοὺς τῆς προνοίας λόγους καὶ οἰόμενοι 91 θεῷ συνηγορίαν νέμειν διὰ τοῦ καταψηφίζεσθαι τοῦ δικαίου, ἀξιοῖ δὲ καὶ ἱκετεύει, αὐτὸν αὐτῷ καταστῆναι τὸν ἀψευδῆ θεὸν εἰς κρίσιν, ὡς ἂν διὰ τῆς τοῦ θεοῦ ἀληθείας ἀποδειχθῇ μὴ δι' ἁμαρτήματα κολαζόμενος. 9, 4 τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; ἀλλ' οὐδὲ τραχυνόμενός τις, φησίν, κατὰ θεοῦ ἀτιμώρητος ἀπέρχεται. πάλιν καὶ τοῦτο προασφαλιζόμενος τέθεικεν, ἵνα γνῶμεν, ὅτι οὐδαμοῦ τραχυνόμενος, ἀλλ' ἱκετεύων καὶ θαρρῶν τῇ τοῦ θεοῦ ἀληθείᾳ τοὺς λόγους προφέρει. ὁ γὰρ εἰδὼς μὴ συμφέρον εἶναι σκληρὸν φαίνεσθαι κατὰ θεοῦ οὐκ ἂν αὐτὸς ἐτραχύνετο, καίτοι μηδὲ πολλοῦ παρελθόντος χρόνου, ἀλλ' ἐν αὐτοῖς τοῖς ἐφεξῆς λόγοις .... οὕτω δὲ προοιμιασάμενος καὶ ἱκανῶς ἡμῶν τὴν γνώμην ἀσφαλισάμενος τὴν τοῦ θεοῦ δύναμιν ἐξηγεῖται, ὡς ἂν ἑκάστῳ διὰ τούτων παραινῶν, μηδ' ὅλως τολμᾶν ἀντιφθέγγεσθαι τῷ τοσούτῳ μὲν τὴν δύναμιν, τοσούτῳ δὲ τὴν ἰσχὺν καὶ τὴν μεγαλειότητα καὶ μὴ ἀνεχομένῳ κατὰ μηδὲν ταράξαι τὸ δίκαιον. 9, 5 ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ. πρὸς μὲν ῥητόν· ὁ καὶ τὰ ὄρη, φησίν, ἐξαφανίζων μετ' εὐκολίας. τὸ ὅμοιον καὶ ὁ ∆αυὶδ ἔφη· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. πρὸς δὲ διάνοιαν· ὁ παραφέρων τὰς ἐπιβουλὰς τὰς ὑπερεχούσας τοῦ πονηροῦ ἐκ τῶν ἀνθρώπων καὶ ἀγνοούντων αὐτῶν. 9, 6 ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται. 92 στύλους τὰ στηρίγματά φησιν· ἐν αὐτῷ γάρ ἐστι τῷ θεμελιώσαντι καὶ στηρίξαντι, ὡς αὐτὸς οἶδεν, καὶ σαλεῦσαι. ὅμοιον τὸ ἐν Ψαλμοῖς· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. 9, 7 ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ τῶν ἄστρων κατασφραγίζει. κατασφραγίζει ἀντὶ τοῦ· ἀποκλείει. δύναται, φησίν, καὶ τῷ ἡλίῳ ἐπιτάττειν, κατὰ χώραν μένειν καὶ μὴ ἀνατέλλειν, καὶ τὰ ἄστρα ἀποκλείειν, ὥστε μὴ φωτίζειν αὐτά. 9, 8 ὁ τανύσας τὸν οὐρανὸν μόνος ἀλλὰ καὶ τὸν οὐρανόν, φησίν, μετ'