ὑπὸ τοῦ θείου βουλήματος προπεμφθεῖσαι. 20.20.n ∆ιὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 20.20.163 Αἴτιον, φησίν, ἐστὶ τοῦ ὑμῖν μὴ γινώσκεσθαι τὴν ἐμὴν λαλιὰν τὸ μὴ δύνασθαι ὑμᾶς ἀκούειν τοῦ λόγου μου. πρότερον οὖν δύναμιν περιποιητέον ἀκουστικὴν τοῦ θείου λόγου, ἵνα μετὰ τοῦτο 20.20.164 οἷοί τε γενώμεθα καὶ γινώσκειν πᾶσαν τὴν Ἰησοῦ λαλιάν· ἔξεστιν γὰρ πρότερον οὐ δυνάμενον ἀκούειν τὸν λόγον Ἰησοῦ ὕστερον φθά νειν ἐπὶ τὸ ἀκούειν δύνασθαι αὐτόν, ἐπεὶ καὶ ὅσον μὲν οὐδέπω ἰάθη τις τὰς ἀκοὰς ἀπὸ τοῦ λόγου τοῦ λέγοντος τῷ κωφῷ· «∆ιανοίχθητι», 20.20.165 οὐ δύναται ἀκούειν. ἐπὰν δὲ λυθῇ ὁ αἴτιος τῆς κωφότητος σύνδεσ μος, τότε ἀκούειν τις οἷός <τε> ἔσται τοῦ Ἰησοῦ, ὅτε καὶ γινώσκειν δύναται αὐτοῦ τὴν λαλιάν· ἢ λεγέτωσαν ἡμῖν οἱ νομίζοντες καὶ διὰ τούτων συνίστασθαι τὸν περὶ φύσεως λόγον, πότερον ἐδύναντο ἔτι 20.20.166 κωφοὶ ὄντες ἀκούειν οὓς ὕστερον ἰάσατο, ἢ οὐκ ἐδύναντο; σαφοῦς δὲ ὄντος τοῦ "7οὐκ ἐδύναντο"7, δῆλον ὅτι ἔξεστιν μεταβαλεῖν ἀπὸ τοῦ μὴ δύνασθαι ἀκούειν τῶν Ἰησοῦ λόγων ἐπὶ τὸ ἀκούειν αὐτῶν, καὶ οὐ διὰ φύσιν ἀνιάτως ἔχουσαν, ὅτε οὐ δύναταί τις ἀκούειν· καὶ μάλιστα ταῦτα προσακτέον τοῖς ἑτεροδόξοις, χαίρουσι ταῖς ἀλληγορίαις καὶ ἀνάγουσιν τὴν περὶ τῶν ἰάσεων ἱστορίαν ἐπὶ τὰς τῆς ψυχῆς θερα πείας, ἀπολυομένης ὑπὸ τοῦ Ἰησοῦ πάσης νόσου καὶ πάσης μαλακίας. 20.20.167 νομίζω δὲ τὸ μὲν ἀκούειν νῦν ἐπὶ τοῦ συνιέναι τάσσεσθαι τῶν λεγο μένων, τὸ δὲ γινώσκειν ἐπὶ τοῦ καταλαμβάνοντα συγκατατίθεσθαι, τῷ φωτὶ τῆς περὶ τῶν λεγομένων γνώσεως πεφωτισμένον. 20.20.168 Ὁ μέντοι γε Ἡρακλέων ὑπολαμβάνει 20αἰτίαν ἀποδίδοσθαι τοῦ μὴ δύνασθαι αὐτοὺς ἀκούειν τὸν Ἰησοῦ λόγον μηδὲ γινώσκειν αὐτοῦ τὴν λαλιὰν ἐν τῷ «Ὑμεῖς ἐκ τοῦ πα «τρὸς τοῦ διαβόλου ἐστέ»20. αὐταῖς γοῦν λέξεσίν φησι· 20»∆ιατί «δὲ οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν, ἢ ὅτι ὑμεῖς «ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ;» ἀντὶ τοῦ «ἐκ τῆς «οὐσίας τοῦ διαβόλου», φανερῶν αὐτοῖς λοιπὸν τὴν φύσιν αὐτῶν, καὶ προσελέγξας αὐτοὺς ὅτι οὔτε τοῦ Ἀβραάμ εἰσιν τέκνα (οὐ γὰρ ἂν ἐμίσουν αὐτόν), οὔτε τοῦ 20.20.169 θεοῦ, διὸ οὐκ ἠγάπων αὐτόν20. καὶ εἰ μὲν τὸ «Ὑμεῖς ἐκ τοῦ «πατρὸς τοῦ διαβόλου ἐστέ» ἐξεδέχετο ὡς ἐν τοῖς ἀνωτέρω διηγησάμεθα, καὶ ἔλεγεν· διὰ τὸ ἔτι ὑμᾶς εἶναι ἐκ τοῦ διαβόλου, οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν, κἂν παρεδεξάμεθα αὐτοῦ 20.20.170 τὴν διήγησιν. νυνὶ δὲ δῆλός ἐστιν ὁμοουσίους τινὰς τῷ δια βόλῳ λέγων ἀνθρώπους, ἑτέρας, ὡς οἴονται οἱ ἀπ' αὐτοῦ, οὐσίας τυγχάνοντας παρ' οὓς καλοῦσι ψυχικοὺς ἢ πνευματικούς. 20.21.n Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. 20.21.171 Ἀμφίβολος ἡ λέξις ἐστίν· δηλοῦται γὰρ ἀπ' αὐτῆς ἓν μὲν ὡς ἄρα ἔχει ὁ διάβολος πατέρα, ἐξ οὗ πατρός, ὅσον ἐπὶ τῷ ῥητῷ, ἐμφαίνονται εἶναι οὗτοι πρὸς οὓς ὁ λόγος· ἕτερον δέ, ὃ βέλ τιόν ἐστιν, ὅτι ὑμεῖς ἐκ τοῦδε τοῦ πατρός ἐστε, καθ' οὗ κατηγορεῖται 20.21.172 τὸ "7διάβολος"7. ἀμφίβολον μὲν οὖν ἦν ἂν τὸ λεγόμενον καὶ εἰ περιῄρητο τὸ πρότερον ἄρθρον τὸ "7τοῦ"7, πλὴν μᾶλλον ἂν ἐφαίνετο σαφέστερον τὸ βούλημα τοῦ ῥητοῦ. <οὐ> μέντοι γε ὁ συναγορεύων τῷ εἶναί τινα τοῦ διαβόλου πατέρα, οὗ υἱοὺς δόξει λέγειν τοὺς πρὸς οὓς ὁ λόγος ἐστίν, χρήσεται τῷ ἐπιφερομένῳ οὕτως ἔχοντι· «Ὅταν «λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ «αὐτοῦ», καὶ φήσει ψεῦδος μὲν εἶναι τὸν διάβολον, ἄλλον δὲ παρὰ 20.21.173 τοῦτον εἶναι τὸν τοῦ ψεύδους πατέρα. ἀλλ' οὐχ ὑγιῶς τοῦτο λεχ θήσεται· μᾶλλον γὰρ τὸ ψεῦδος ἐφαρμόσει τῷ ἐναντίῳ τοῦ εἰπόν τος· «Ἐγώ εἰμι ἡ ἀλήθεια»· λέγω δὲ τῷ ἀντιχρίστῳ, οὗ ψεύστης 20.21.174 ἐστὶν ὁ πατήρ, ὁ διάβολος ὤν. ἀλλ' εἰκός τινα προσκόψειν τῷ ψεῦ δος εἶναι τὸν ἀντίχριστον, οὐκέτι ψεκτὸν ἐσόμενον, ἐὰν τῇ ὑπο στάσει ἕτερον μηδὲν ψεύδους ᾖ. πρὸς ὃν παραθέμενος τὸ «Ἀπώλεια «ἐγένου, καὶ οὐχ ὑπάρξεις εἰς τὸν αἰῶνα» εἰρημένον ἐν τῷ Ἰεζεκιὴλ περί τινος διὰ τὴν κακίαν μεταβεβληκότος εἰς τὸ γενέσθαι αὐτὸν ἀπώλειαν, καθ' ὁμοιότητα παραμυθήσει καὶ τὸ περὶ τοῦ ψεῦδος