πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. ἐπεὶ πᾶς ὁ τοῦ ἀποστόλου βίος καὶ πᾶσα πρᾶξις αὐτοῦ καὶ ἐνέργεια Λόγῳ Θεοῦ ἐγίνετο, ζῶντο ἐν αὐτῷ τοῦ Χριτοῦ, διὰ τοῦτο πέμπει τὸν Τύχικον, τὸν κανόνα τοῦ βίου καὶ τὴν τάξιν τῶν πράξεων αὐτοῦ ἀπαγγελοῦντα τοῖς Ἐφεσίοις· καὶ ἔπρεπέ γε τῷ ἀποστόλῳ, ὑπὲρ τοῦ ἔχειν παράδειγμα πολιτείας ἀγαθῆς τοὺς Ἐφεσίους, πέμψαι δι' αὐτὸ τοῦτο τὸν Τύχικον. ἔμελλον δὲ καὶ παρακαλεῖσθαι, τὰ ἄριστα καὶ τὰ ἀποστόλῳ ἁρμόζοντα κατορθοῦσθαι μανθάνοντες τῷ Παύλῳ. 37 Eph. vi23 [εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.] [Ὠριγένης φησίν] εἰ καί τι ἄλλο δῶρόν ἐστι διδόμενον ἀπὸ Θεοῦ πατρὸς καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰρήνη· ὅπερ ἓν τῶν τιμιωτάτων ἐστὶ δώρων, ἡ ὑπερέχουα πάντα νοῦν, ἥτις φρουρήει τὰ καρδία καὶ τὰ νοήματα τῶν ἁγίων, γαλήνη τις καὶ εὐδία οὖσα ψυχῆς, παντὸς χειμῶνος καὶ πάσης ἀκαταστασίας καὶ πάθους ἀλλοτρία. ὁμοίως δὲ τῇ εἰρήνῃ καὶ ἡ μετὰ πίστεως ἀγάπη δῶρόν ἐστι διδόμενον ἀπὸ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἀγάπη δὲ πρὸς Θεὸν μὲν ὡς γέγραπται ἐξ ὅλη καρδία καὶ τῶν ἑξῆς, πρὸς τὸν πληίον δὲ ὡς ἑαυτόν· ἀλλὰ καὶ πρὸς τοὺ ἐχθροὺ ὁ λαβὼν δῶρον τὴν ἀγάπην ἐπιφαίνει αὐτήν, οὐδένα μισῶν καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων εὐχόμενος. [vi 24] ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. διηγήσαντό τινες εἶναι τὸ ἀγαπᾶν αὐτὸν ἐν ἀφθαρσίᾳ, καθαρεύοντα ἀπὸ τῶν ἔργων τῆς φθορᾶς· ἔργα δὲ τῆς φθορᾶς ἐστι τὰ κατὰ τὴν συνουσίαν, ὅθεν καὶ ἡ συνήθεια «ἀφθόρους» ὀνομάζει τοὺς καθαροὺς ἀπὸ συνουσίας, καὶ «ἐφθαρμένους» τοὺς μίξεως γευσαμένους. ὑπερτείνοντες δέ τινες τὸ εἴ τι τὸν ναὸν τοῦ Θεοῦ φθείρει φθερεῖ αὐτὸν ὁ Θεό οὕτως ἐδέξαντο· οὐ δυνάμενοι τούτῳ ὁμοίως σῶσαι τὸ ἀλλὰ ἕκατο ἴδιον ἔχει χάριμα ἐκ Θεοῦ, ὁ μὲν οὕτω, ὁ δὲ οὕτω. ὅρα δὲ εἰ δύναται πᾶσα μὲν ἁμαρτία φθορὰ εἶναι ψυχῆς, ἡ δὲ παντελὴς αὐτῆς ἀποχὴ ἀφθαρσία· ὥστε τοὺς ἀγαπῶντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ εἶναι τοὺς πάσης ἁμαρτίας ἀπεχομένους· μεθ' ὧν πάντων ἐστὶ τοῦ Θεοῦ χάρις. ὡς ὄντων μέντοιγέ τινων τῶν ἀγαπώντων μὲν τὸν Κύριον, οὐ μὴν ἐν ἀφθαρσίᾳ ἀγαπώντων αὐτόν, φησὶν ὁ Παῦλος ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.