προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
ἐκβάσεως ἄδηλον. πρὸς δὲ ἀναγωγὴν ῥητέον ὅτι 〚Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει διὰ τῶν προφητῶν, νῦν δὲ οὐκέτι. οὐ γάρ ἐστιν ἐν αὐτοῖς
λόγος θεοῦ, ἀλλ' ἀπῆλθεν ἀπ' αὐτῶν εἰς τὴν ἔρημον, περὶ ἧς λέγεται ὅτι〛 «πολλὰ τὰ «τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα»· ἐγγὺς Ἐφραίμ, ἥτις ἑρμηνεύεται «καρποφορία»· ἀδελφὸς ὢν Μανασσῆ πρεσβυτέρου τοῦ «ἀπὸ λήθης», μετὰ γὰρ τὸν «ἀπὸ λήθης» λαὸν γεγέννηται ἡ ἐξ ἐθνῶν «καρποφορία». κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν· πάρεστι γὰρ τῇ «καρποφορίᾳ». καὶ ἐπὶ τῇ γενέσει μὲν τοῦ Ἐφραὶμ εἴποι ἂν ὁ γεν νήσας αὐτὸν σιτομέτρης ἡμῶν κύριος, ὁ ταπεινώσας ἑαυτὸν καὶ γε νόμενος ὑπήκοος μέχρι θανάτου· «Ηὔξησέ με ὁ θεὸς ἐν γῇ τῆς τα «πεινώσεώς μου». 87 Ὁ ἑπόμενος αὐτῷ τῷ ἕπεσθαι αὐτῷ διακονεῖ αὐτῷ. ὁ δὲ διακο νῶν αὐτῷ διάκονος αὐτοῦ ἐστι· καὶ διὰ τοῦτο ὅπου ἔστιν ὁ λόγος, καὶ αὐτὸς ἔστιν. οὐ σωματικῶς δὲ καὶ τοπικῶς τὴν ἐπαγγελίαν νοητέον. εἰ δὲ ὡς ἐν σωματικοῖς τόποις ἔστι τις τόπος τοῦ αἰθέρος ἐν τοῖς καθαρωτάτοις καὶ λεπτότητι φωτὸς διαυγεστέροις, οὐκ ἂν ἁμάρτοι τις τῶν ἐν σώματι τοὺς διαφέροντας ἀπολαμβάνοντας κατὰ τὴν ἀξίαν ἐν τῇ ἀναστάσει σῶμα δόξης ὑπερεχούσης καὶ διαφερούσης ἐν ἐκείνοις γίνεσθαι τοῖς χωρίοις ὡς ἐπιτηδειοτάτοις πρὸς τὴν σχο λὴν τῶν θεωρημάτων τοῦ θεοῦ λόγου. καὶ τῇ μὲν ἐπινοίᾳ ἕτερόν ἐστι τὸ ὅπου ἔστιν ὁ θεὸς λόγος ἐκεῖ εἶναι τὸν διάκονον αὐτοῦ, τῷ δὲ πράγματι ταὐτόν ἐστι τῷ τιμᾶσθαι αὐτὸν ὑπὸ τοῦ πατρός. τῇ γὰρ τιμῇ τῇ ἀπὸ τοῦ πατρὸς τὸ τιμώμενον γίνεται ὅπου ὁ θεὸς λόγος. 88 Πᾶσαι αἱ τοῦ Σατανᾶ δυνάμεις ἅμα τοῦ αὐτῆς ἡγεμόνος κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους ἐπεστράτευσε τῷ σωτῆρι· ἃς ὁρῶσα ἡ τοῦ σωτῆρος ψυχὴ ἀνθρωπίνως ἐταράττετο, οὐ τὸν θάνατον δει λιῶσα, εἰ καὶ τοῦτο ἀνθρώπινον, ἀλλὰ τὸ μὴ ἡττηθῆναι. ἐνεδίδου γὰρ αὐτῇ ὁ χριστὸς καὶ πάσχειν ἔσθ' ὅτε τὰ ἴδια, καὶ ἐπείπερ ἔμελλε τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου γίνεσθαι, διὰ τοῦτο περὶ τούτων ἐλυπεῖτο αὐτοῦ ἡ ψυχὴ καὶ ἐταράττετο, οὐχ ὡς ἄν τις νομίσειεν ὑπὸ τῆς ταραχῆς κατακρατούμενος ἀλλ' ἀκαριαίως· τοῦτο γὰρ σημαίνει τὸ νῦν· ἅμα γὰρ τῷ ἄρξασθαι καὶ ἐπαύσατο, καὶ ὡς ἔπος εἰπεῖν σημεῖον ἦν χρόνου. ὅρα δὲ μήποτε καὶ αὐτὸς πρὸς τὰς στρατευομένας κατ' αὐτοῦ δυνάμεις πονηρὰς ἀγῶνα εὔχεται γενέσθαι οὐκ ἐν παρατάσει χρόνου ἀλλ' ἐν τῷ νῦν, ὃ τῇ Ἰησοῦ ψυχῇ ἤρκει πρὸς τὸ νικηθῆναι πᾶσαν τὴν δύναμιν τοῦ πονηροῦ. 89 Τὸ ἐν τῷ σταυρῷ πάθημα αὐτοῦ κρίσις ἦν τοῦ κόσμου τούτου παντός, ἐπείπερ «εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ «εἴτε τὰ ἐπὶ γῆς εἴτε τὰ ἐν οὐρανοῖς», μετὰ θριαμβεύσεως ἐν τῷ ξύλῳ, ἃς ἀπεξεδύσατο ἀρχὰς καὶ ἐξουσίας, ἐκάθισεν ἐν τοῖς ἐπουρα νίοις, ἀποκαθιστὰς πάντα ἐπὶ τὸ ἑκάστῳ ἁρμόζον καὶ πρέπον τέλος. ἐπεὶ οὖν τὸ συνέχον τὴν περὶ ἑκάστου τῶν ὄντων κρίσιν ἡ ἐν τῷ σταυρῷ οἰκονομία ἦν, διὰ τοῦτο, ἐγγίσαντος τοῦ κατὰ τὸ ἐν αὐτῷ πάθος καιροῦ, εἶπεν τὸ «Νῦν ἡ κρίσις ἐστὶ τοῦ κόσμου τούτου». 90 Ἐπεὶ τὸ τοῦ σωτῆρος ἡμῶν πάθος ἐπὶ καθαρισμῷ τῶν προ εγνωσμένων ἐγίνετο ἐν οἷς ὁ κόσμος κρίνεσθαι ἔμελλε, διὰ τοῦτο λέ λεκται τὸ «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου», ὡσανεὶ ἔλεγεν· Ἐνέστη καιρὸς ἀναδείξεως τῶν κρινούντων τὸν κόσμον· ἢ ἐπεὶ τῷ καιρῷ τοῦ σωτηρίου πάθους ἔμελλεν ὁ τύραννος καθαιρεθήσεσθαι, λέλεκται τὸ «Νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται» ἢ τάχα κατὰ τὸ ἐξώ τερον σκότος. Ἄγνοιαν δὲ αὐτῷ ἐλέγχουσι τὴν περὶ τοὺς προφήτας καὶ τὴν οὐκ ἀκριβῆ γνῶσιν τῶν γεγραμμένων ὑποδεικνύουσιν. τὸ μὲν γὰρ εἰς τὸν αἰῶνα μένειν τὸν χριστὸν ἀπὸ τῶν τοιούτων εἰλήφασι φω νῶν· τὸ δὲ τοῦ θανάτου μυστήριον μεταξὺ γινόμενον καὶ τὴν πρὸς ὀλίγον διάλυσιν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος οὐ συνίεσαν οὐδὲ ἐξη κρίβουν. τὴν δὲ αἰτίαν αὐτοὺς ἔδει εἰδέναι ὅτι δύο προφητευομένων Χριστοῦ ἐπιδημιῶν, τὴν μὲν ἐνδοξοτέραν καὶ ἐπὶ συντελείᾳ ἐσομένην τοῦ αἰῶνος ὁ ὄχλος τῶν Ἰουδαίων ἤλπιζε, τὴν δὲ πρὸ αὐτῆς οὐ πάνυ τι συνίει. διὸ καταλείπεται ὁ οἶκος αὐτῶν. 91 Ἐπείπερ ὡς