Ἑῴαςκαταστησόμενοι. 9.19 Ὅτι Θεοδόσιος ὁ βασιλεὺς κατὰ τὸ Σέρμιον τοῖς βαρβάροις συμβαλὼν (ἐκεῖ γὰρ αὐτίκα τοῦ λαβεῖν τὴν ἀρχὴν τῆς χρείας ἀπαιτούσης παρεγένετο) καὶ νικήσας μάχῃ, ἐκεῖθεν λαμπρῶς ἐπὶ τὴν Κωνσταντινούπολιν ἄνεισιν. καὶ τοῖς μὲν τὸ ὁμοούσιον φρονοῦσι τῶν ἐκκλησιῶν ἐπιτρέπει τὴν ἐπιμέλειαν, Ἀρειανοὺς δὲ καὶ Εὐνομιανοὺς ἀπελαύνει τῆς πόλεως. ὧν εἷς ἦν καὶ ὁ ∆ημόφιλος· ἀπελαθεὶς δὲ τὴν ἑαυτοῦ πόλιν καταλαμβάνει τὴν Βέρροιαν. καὶ Ὑπάτιος δὲ τῆς Νικαίας ἀποδιωχθεὶς πρὸς τὴν γεννησαμένην Κύρον τὴν ἐν Συρίᾳ παραγίνεται. ἀλλὰ καὶ ∆ωρόθεος τῆς Ἀντιοχείας ἀπελαθεὶς τὴν Θρᾴκην ὅθεν ἐγεγόνει κατέλαβεν. καὶ ἄλλοι δὲ ἀλλαχόθι διεσπάρησαν. 10.τ ΕΚ ΤΗΣ ∆ΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ 10.1 Ὅτι ∆ωρόθεος μέν, ὡς ἐρρέθη, τῆς Ἀντιοχείας ἠλάθη· οἱ δὲ ταύτης πρεσβύτεροι Ἀστέριός τε καὶ Κρισπῖνος καὶ τὸ ἄλλο πλήρωμα συνεδριάσαντες, συμπαρόντων αὐτοῖς καί τινων τῶν πέριξ πόλεων ἐπισκόπων, πέμπουσι πρὸς τοὺς ἀμφὶ τὸν Εὐνόμιον, τὴν κοινωνίαν αὐτῶν ἐπιζητοῦντες. οἱ δὲ ἀντεπιστέλλουσι μὴ ἄλλως αὐτοὺς παραδέξασθαι, εἰ μὴ τὴν ἐπ' Ἀετίῳ καὶ τοῖς αὐτοῦ συγγράμμασι καταχειροτονίαν ἀποψηφίσονται· ἔτι δὲ καὶ διακάθαρσιν ἀπῄτουν τοῦ βίου. συνεφύροντο γὰρ καί τισιν οὐ καθαροῖς διαιτήμασιν. οἱ δὲ τότε μὲν τὴν πρόκλησιν οὐ προσήκαντο· χρόνῳ δ' ὕστερον καὶ εἰς τὸ κακίζειν ἐπ' ἐκκλησίας τόν τε Εὐνόμιον καὶ τοὺς σὺν αὐτῷ προεληλύθεισαν, μετεωρολέσχας αὐτοὺς καλοῦντες καὶ πλήρεις ἀπονοίας καὶ σκαιότητος, ἀνθ' ὧν αὐτοῖς τοιαῦτα προτείνειν ἔγνωσαν. 10.2 Ὅτι τὸν ἀρχηγὸν αὐτῶν τῆς ἀσεβείας Ἄρειον ὁ συγγραφεὺς διαβάλλει, ὡς πολυμερῆ καὶ πολυσύνθετον λέγοντα τὸν θεὸν τῶν ὅλων· οὐ γὰρ ὅσον ἐστὶ ὁ θεὸς καταλαμβάνεσθαι κηρύσσειν, ἀλλ' ὅσον ἡ ἑκάστου δύναμις πρὸς κατάληψιν ἔρρωται. καὶ μήτε δὲ οὐσίαν αὐτὸν εἶναι δογματίζειν μήτε ὑπόστασιν μήτε ἄλλο μηδὲν ὧν ὀνομάζεται. καὶ τὴν ἐν Ἀριμήνῳ δὲ σύνοδον καὶ τὴν ἐν Κωνσταντινουπόλει τὰ αὐτὰ δοξάζειν, ἥτις τὴν τοῦ μονογενοῦς γέννησιν ἀγνωστοτάτην πᾶσιν ἀπέφηνεν, τῶν γινομένων μόνον τὴν γνῶσιν αὐτῆς περιστείλασα. αὕτη δ' ἦν ἡ καταδικασαμένη καὶ τὸν Ἀέτιον. 10.3 Ὅτι οἱ ἐξ Ἀρείου τὴν πρὸς τὸν πατέρα τοῦ μονογενοῦς ὁμοιότητα εἰς πολλὰς αἱρέσεις διεσχίσαντο. οἱ μὲν γὰρ κατὰ τὸ προγινώσκειν ἑκάτερον ἔφασαν, οἱ δὲ κατὰ τὴν φύσιν, θεόν· ἄλλοι δὲ διότι ἐκ μὴ ὄντων ἑκάτερος αὐτῶν πέφυκε δημιουργεῖν. ἀλλὰ ταῦτα, φησί, κἂν διαφέρειν δοκῇ, εἰς ἓν καταλήγει τὸ δοξάζειν ὁμοούσιον τὸν υἱὸν τῷ πατρί. τούτους δέ φησι μετὰ τὸ κατατμηθῆναι ταῖς δόξαις καὶ εἰς πολλὴν ἄλλην ἀσχημοσύνην ἐκδιαιτηθῆναί φησι, χρημάτων τε τὰς ἱερωσύνας καὶ διδόντας καὶ λαμβάνοντας, καὶ τὰς ὑπευθύνους καὶ σωματικὰς ἡδονὰς μεταδιώκοντας. 10.4 Ὅτι, φησίν, οἱ περὶ Εὐνόμιον τοσοῦτον τῶν εἰρημένων αἱρέσεων ἀπεκρίθησαν, ὡς μήτε βάπτισμα αὐτῶν μήτε χειροτονίαν προσίεσθαι. ἐβάπτιζον δὲ οἱ περὶ Εὐνόμιον οὐκ εἰς τρεῖς καταδύσεις, ἀλλ' εἰς μίαν, 20εἰς τὸν θάνατον20, ὡς ἔφασκον, τοῦ κυρίου βαπτίζοντες, ὃν ἅπαξ μὲν ἀλλ' οὐχὶ δὶς ἢ τρὶς ὑπὲρ ἡμῶν ἀνεδέξατο. 10.5 Ὅτι, φησίν, ὁ βασιλεὺς Θεοδόσιος Ἀρκάδιον τὸν υἱὸν νέον ὄντα κομιδῇ τὸ τῆς βασιλείας ἀξίωμα παρατίθεται. καὶ μετ' οὐ πολὺ Γρατιανὸς ὁ βασιλεὺς περὶ τὰς ἄνω Γαλατίας τῇ τοῦ τυράννου Μαξίμου συσκευῇ ἀναιρεῖται. πολλὰς δὲ καὶ διαβολὰς ὁ συγγραφεὺς κατὰ Γρατιανοῦ ἀναπλάττει, ὡς καὶ τῷ Νέρωνι παρεικάζειν αὐτόν· οὐ γὰρ ἤρκεσεν αὐτῷ, ὡς ἔοικεν, τῆς ἐκείνου πίστεως τὸ ὀρθόδοξον. 10.6 Ὅτι Θεοδόσιος ὁ βασιλεύς, εὑρών τινας τῶν ἐν τῷ κοιτῶνι αὐτοῦ τὰ Εὐνομίου στέργοντας, τούτους μὲν τοῦ παλατίου ἐλαύνει, τὸν δὲ Εὐνόμιον ἐκ τῆς Καλχηδόνος τὴν ταχίστην τοὺς ἁρπασομένους ἐκπέμπει, καὶ πρὸς τὴν Ἁλμυρίδα φυγάδα ποιεῖν ἐγκελεύεται. τὸ δὲ χωρίον τῆς ἐν Εὐρώπῃ Μυσίας ἐστὶν ἐν χώρᾳ τοῦ Ἴστρου διακείμενον. ἀλλ' ἡ μὲν Ἁλμυρίς, κρυσταλλωθέντος τοῦ Ἴστρου, ὑπὸ τῶν διαβάντων αὐτὸν βαρβάρων ἁλίσκεται· ὁ δὲ Εὐνόμιος ἐκεῖθεν εἰς Καισάρειαν τῆς Καππαδοκίας ὑπερορίζεται, μισητὸς ὢν τοῖς