ἔργων; Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. ὁ μὲν Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐαγγελικὸν δίδωσι συντελῶν καὶ συντέμνων, τοῦτ' ἔστιν ἀπαρτίζων ἅπαντα καὶ εἰς τέλος ἄριστον ἄγων, μηδεμίαν ἑτέραν δυνάμενον ἐπανόρθωσιν ἢ τελείωσιν δέξασθαι. ̔Ετέρως· τοῦ λόγον γὰρ συντελῶν καὶ συντέμνων τίνος ἕνεκα ἐμνήσθη; ὥσπερ γὰρ αἰτίαν τινὰ τῶν προειρημένων ἀποδιδοὺς τοῦτο συνῆψεν. καὶ λέγομεν ὅτι λίαν ἁρμοζόντως καὶ ὑπερφυῶς αὐτὸ διὰ πολλὰς αἰτίας ἐπισυνῆψεν· πρῶτον μὲν γάρ, ἐπειδὴ εἶπεν· καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ ἑξῆς, ἵνα μή τις εἴπῃ· καὶ τί τοῦτο; ὥσπερ γὰρ ἐγένοντο ἐκ λαοῦ τινες οὐ λαός, οὕτω κἂν ἐξ οὐ λαοῦ λαὸς γένωνται, οὐδὲν κωλύει καὶ τούτους πάλιν γενέσθαι οὐ λαόν. οὐχ οὕτως, φησίν· λόγον γὰρ συντελῶν καὶ συντέμνων· ἐκεῖνα μὲν γὰρ μετέπιπτε καὶ μετετίθετο ἐπὶ τὸ κρεῖττον πάντων ὀφειλόντων μεταρρυθμίζεσθαι, νῦν δὲ οὐκέτι, ὅτι τετελειωμένη ἐστὶν ἡ νῦν κλῆσις καὶ ἡ πνευματικὴ νομοθεσία καὶ ἡ ὑπόσχεσις. διὰ τοῦτο μὲν ἐμνήσθη τὸ λόγον γὰρ συντελῶν. δεύτερον δέ, ἐπειδὴ εἶπεν ὅτι ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης καὶ ἑξῆς, ἵνα μὴ εἴπωσιν ὅτι πολλάκις πολλῶν ἐπαγγελιῶν ἀκούσαντες ἢ οὐδ' ὅλως ἐτύχομεν ἢ μετὰ μακρὸν καὶ πολὺν χρόνονκαὶ γὰρ καὶ πολλῶν ἐξέπιπτον διὰ τὴν ἀχαριστίαν καὶ ἀγνωμοσύνην αὐτῶν· ἵνα οὖν μὴ οὕτω λέγωσιν οἱ Ἰουδαῖοι, οὐχ οὕτω καὶ νῦν, φησίν, ἀλλ' ἐὰν μόνον βούλησθε, τετελειωμένη καὶ σύντομος ἐπὶ χεῖρας ὑμῶν ἐστιν ἡ σωτηρία. καὶ ταῦτα μέν, ὅτι λίαν ἡρμοσμένως ἐπισυνῆψεν. Ἔχει δὲ καὶ ἰδίαν διδασκαλίαντοιοῦτον γὰρ τὸ ἰδίωμα τοῦ θεσπεσίουκαὶ συνάπτει καὶ ἀλληλουχεῖ τὰ ἐφεξῆς λεγόμενα τοῖς προειρημένοις, καὶ ἰδίαν πάλιν ἔννοιαν καὶ διδασκαλίαν δι' αὐτῶν πηγάζει· γονιμώτατος γὰρ ὢν τοῖς νοήμασι, βραχυτάτοις ῥήμασι πολλὰς καὶ ποικίλας διανοίας περιλαμβάνει. καὶ νῦν οὖν φησιν· μὴ νομίζετε, ὦ Ἰουδαῖοι, ὅτι ἡ εὐαγγελικὴ νομοθεσία ὥσπερ ἡ Μωϋσαϊκὴ παυθήσεται. ἐκείνη τύπος ἦν, πρὸς ἄλλην ἔβλεπεν τελειότητα, καλῶς οὖν ἐπαύθη· ἡ δὲ δεσποτικὴ νομοθεσία τετελειωμένη ἐστίν, πρὸς ταύτην ἔβλεπεν ἡ Μωϋσαϊκή, ταύτης ἦν τύπος· ἐν αὐτῇ γάρ ἐστιν ἡ ἀληθινὴ καὶ τελεία δικαίωσις ἡμῶν καὶ σωτηρία, καὶ μετ' αὐτὴν οὐκ ἔστιν ἑτέρα. δι' ὃ εἰκότως ἐκείνη μὲν 522 πέπαυται καὶ ἔτι τελείως παυθήσεται, αὕτη δὲ διὰ παντὸς ἔσται. ταῦτα δὲ δηλονότι φησὶ προτρέπων εἰς τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν πολιτείαν τὴν κατὰ τὸ εὐαγγέλιον. Rο+m9,29-30 ∆ιὰ τούτων δεδίττεται καὶ ἐπιτιμᾷ αὐτοῖς ὡς· εἰ μὴ πάντως τινὲς ὑμῶν πιστεύσουσι τῷ Χριστῷ, Σοδόμων καὶ Γομόρρας οὐδὲν ἂν διενηνοχότες εἴητε, εἰ καὶ ἐπὶ τῇ συγγενείᾳ τοῦ Ἀβραὰμ ἐναβρύνεσθε. ἢ μᾶλλον πρὸς τὸ ποιήσει τὸν συντετμημένον λόγον ἐκληπτέον τὴν προφητικὴν ῥῆσιν, οἷον· εἰ μὴ ἐποίησεν τοῦτο ὁ κύριος, καὶ ἔδωκεν ἡμῖν τὸν τέλειον τοῦ εὐαγγελίου νόμον διὰ τοῦ υἱοῦ αὐτοῦ εἰς δικαίωσιν καὶ σωτηρίαν ἡμῶν, πάντες ἂν ὡς Σόδομα ἐγενήθημεν καὶ ἑξῆς· τὸ γὰρ σπέρμα τὸν εὐαγγελικὸν λόγον σημαίνει, ὡς καὶ ὁ κύριός φησιν· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. τὸ δὲ ἐγκατέλιπεν· ὅτι οὐ μόνον, φησίν, ἔσπειρεν ἀλλ' οὐδ' εἴασεν αὐτὸ ἀναρπασθῆναι ὑπὸ τῶν πετεινῶν ἢ διαφθαρῆναι ὑφ' ἑτέρων τινῶν ἀγρίων καὶ ἀκαθάρτων πνευμάτων ἢ λογισμῶν, ἀλλὰ καὶ ἔσπειρε καὶ διετήρησεν ὥστε ἐγκαταλειφθῆναι ἡμῖν καὶ εἰς γεώργιον καὶ καρπὸν προελθεῖν. δύναιο δ' ἂν καὶ σπέρμα τοὺς ἀποστόλους ἐκλαβεῖν, οἳ ἐκ πάντων τῶν Ἰουδαίων δίκην σπέρματος ἀφαιρεθέντες τῇ οἰκουμένῃ ἐγκατελείφθησαν, καὶ τὰ ἔθνη πάντα τῇ ἐκκλησίᾳ Χριστοῦ ἐγεώργησαν· καὶ γὰρ ἐν τῷ Εὐαγγελίῳ ἡ τῆς ζύμης παραβολὴ καὶ αὐτοῖς ἐφαρμόζουσα τοῖς πατράσιν ἡμῶν οὐκ ὀλίγοις παρείληπται. ὅσον οὖν, φησίν, εἰς τὴν Ἰουδαίων ἧκεν ἀπιστίαν, ὡς Σόδομα καὶ Γομόρρα ἂν ἐγενήθημεν, ἀλλὰ τὸ ἀπὸ κυρίου Σαβαὼθ ἐγκαταλειφθὲν ἡμῖν σπέρμα, οἱ ἀπόστολοι, καὶ τὰ ἔθνη καρποφορήσαντες καὶ πολύχουν τὸ γεώργιον δείξαντες, τὰς εἰς τὸν Ἀβραὰμ γεγενημένας ἐπαγγελίας ἐπ' αὐτῶν ἀνθούσας καὶ τελειουμένας