ἐλθόντα τε αὐτὸν κατὰ πρόσωπον, συντίθεσθαι τούτοις, καὶ ἀλόγως συκοφαντεῖσθαι τούτοις. Ξένα καταφαίνεται τῷ βασιλεῖ τὰ παρὰ τοῦ πρεσβυτέρου λεγόμενα· καὶ «εἰ Ἄρειος,» ἔφη, «συντίθεται τῇ συνόδῳ, καὶ εἰ τὰ ἐκείνης φρονεῖ, δέξομαί τε αὐτὸν εἰς πρόσωπον, καὶ σὺν τιμῇ ἐκπέμψω ἐπὶ τὴν Ἀλεξάνδρειαν.» Ταῦτα ἔλεγε, καὶ αὐτίκα πρὸς αὐτὸν ἔγραφε τάδε. Νικητὴς Κωνσταντῖνος μέγιστος σεβαστὸς Ἀρείῳ. Πάλαι μὲν ἐδηλώθη τῇ στερρότητί σου, ὅπως ἂν εἰς τὸ ἐμὸν στρατόπεδον ἀφίκοιο, ἵνα τῆς ἡμετέρας θέας ἀπολαῦσαι δυνηθείης. Θαυμάζομεν δὲ σφόδρα, μὴ παραχρῆμα τοῦτο πεποιηκότα. ∆ιόπερ νῦν ἐπιβὰς ὀχήματος δημοσίου εἰς τὸ ἡμέτερον στρατόπεδον ἀφικέσθαι ἐπείχθητι· ὅπως ἂν τῆς παρ' ἡμῶν εὐμενείας τε καὶ ἐπιμελείας τυχὼν, ἐπὶ τὴν πατρίδα ἀφικέσθαι δυνηθῇς. Ὁ Θεός σε διαφυλάττοι, ἀγαπητέ. Ἐδόθη τῇ πρὸ πέντε καλανδῶν ∆εκεμβρίων. Καὶ αὕτη μὲν ἡ πρὸς Ἄρειον τοῦ βασιλέως ἐπιστολή. Θαυμάσαι δέ μοι ἔπεισι τὴν σπουδὴν καὶ τὸν ζῆλον, ὃν εἶχεν ὁ βασιλεὺς περὶ τὴν θεοσέβειαν· φαίνεται γὰρ διὰ τῆς ἐπιστολῆς, ὡς πλειστάκις αὐτὸν ἐπὶ μετάνοιαν προτρεψάμενος, ἀφ' ὧν μέμφεται ὅτι πολλάκις αὐτοῦ γράψαντος, μὴ ταχέως Ἄρειος ἐπανῆλθεν εἰς τὴν ἀλήθειαν. Ἄρειος μὲν οὖν δεξάμενος τοῦ βασιλέως τὰ γράμματα, μετ' οὐ πολὺ παρῆν ἐπὶ τὴν Κωνσταντινούπολιν· συμπαρῆν δὲ αὐτῷ καὶ Εὐζώϊος, ὃν καθεῖλεν Ἀλέξανδρος ὄντα διάκονον, ὅτε καθῄρει τοὺς περὶ Ἄρειον. ∆έχεται οὖν αὐτοὺς ὁ βασιλεὺς εἰς πρόσωπον, καὶ διεπυνθάνετο εἰ τῇ πίστει συντίθενται· τῶν δὲ συνθεμένων ἑτοίμως, ὁ βασιλεὺς ἔγγραφον αὐτοὺς ἐπιδιδόναι τὴν πίστιν ἐκέλευσεν. 1.26 Ὡς Ἄρειος ἀνακληθεὶς, βιβλίον μετανοίας δοὺς τῷ βασιλεῖ, τὴν ἐν Νικαίᾳ πίστιν ὑπεκρίνατο. Οἱ δὲ βιβλίον συντάξαντες, τῷ βασιλεῖ προσκομίζουσι, τοῦτον ἔχον τὸν τρόπον. Τῷ εὐλαβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν βασιλεῖ Κωνσταντίνῳ Ἄρειος καὶ Εὐζώϊος· καθὼς προσέταξεν ἡ θεοφιλής σου εὐσέβεια, δέσποτα βασιλεῦ, ἐκτιθέμεθα τὴν ἑαυτῶν πίστιν, καὶ ἐγγράφως ὁμολογοῦμεν ἐπὶ Θεοῦ, οὕτως πιστεύεις καὶ αὐτοὶ καὶ οἱ σὺν ἡμῖν, ὡς ὑποτέτακται. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα· καὶ εἰς Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων γεγεννημένον Θεὸν Λόγον, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν κατελθόντα, καὶ σαρκωθέντα, καὶ παθόντα, καὶ ἀναστάντα, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Ἅγιον Πνεῦμα, καὶ εἰς σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος, καὶ εἰς βασιλείαν οὐρανῶν, καὶ εἰς μίαν καθολικὴν ἐκκλησίαν τοῦ Θεοῦ, τὴν ἀπὸ περάτων ἕως περάτων. Ταύτην δὲ τὴν πίστιν παρειλήφαμεν ἐκ τῶν ἁγίων εὐαγγελίων, λέγοντος τοῦ Κυρίου τοῖς ἑαυτοῦ μαθηταῖς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.» Εἰ δὲ μὴ ταῦτα οὕτως πιστεύομεν καὶ ἀποδεχόμεθα ἀληθῶς, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα Ἅγιον, ὡς πᾶσα ἡ καθολικὴ ἐκκλησία καὶ αἱ γραφαὶ διδάσκουσιν, αἷς κατὰ πάντα πιστεύομεν, κριτὴς ἡμῶν ἐστὶν ὁ Θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ κρίσει. ∆ιὸ παρακαλοῦμέν σου τὴν θεοσέβειαν, θεοφιλέστατε βασιλεῦ, ἐκκλησιαστικοὺς ἡμᾶς ὄντας, καὶ τὴν πίστιν καὶ τὸ φρόνημα τῆς ἐκκλησίας καὶ τῶν ἁγίων γραφῶν ἔχοντας, ἑνοῦσθαι ἡμᾶς διὰ τῆς εἰρηνοποιοῦ σοῦ καὶ θεοσεβοῦς εὐσεβείας, τῇ μητρὶ ἡμῶν, τῇ ἐκκλησίᾳ δηλαδὴ, περιῃρημένων τῶν ζητημάτων καὶ περισσολογιῶν· ἵνα καὶ ἡμεῖς καὶ ἡ ἐκκλησία εἰρηνεύσαντες μετ' ἀλλήλων τὰς συνήθεις εὐχὰς, ὑπὲρ τῆς εἰρηνικῆς σου βασιλείας καὶ παντὸς τοῦ γένους σου, κοινῇ πάντες ποιησώμεθα. 1.27 Ὡς Ἀρείου εἰς τὴν Ἀλεξάνδρειαν γνώμῃ τοῦ βασιλέως κατελθόντος, καὶ μὴ δεχθέντος ὑπὸ Ἀθανασίου, οἱ περὶ Εὐσέβιον διαφόρους κατὰ Ἀθανασίου διαβολὰς πρὸς τὸν βασιλέα πεποίηνται. Οὕτω μὲν οὖν Ἄρειος τὸν βασιλέα πείσας, ἐχώρει ἐπὶ τὴν Ἀλεξάνδρειαν. Οὐ μέντοι γε κρείσσων ἡ κατασκευὴ τῆς σιωπωμένης ἀληθείας ἐγίνετο· ὡς γὰρ καταλαμβάνοντα αὐτὸν τὴν Ἀλεξάνδρειαν Ἀθανάσιος οὐκ ἐδέχετο (ὡς μῦσος γὰρ