1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

30

αὖ πάλιν καὶ ὁ θυμὸς ὡσαύτως θεοί, ὁ τούτων ἄρα κρατῶν ἀντίθεος ἄντι κρυς. Φευκτέον οὖν ἄρα τὴν ἀρετὴν ὡς ἐναντίαν οὖσαν θεοῖς, καὶ 3.52 ἀσπαστέον τὴν ἀκρασίαν ὡς ὠνομασμένην θεόν. Ἀλλὰ ταῦτα καὶ τῶν ποιητικῶν μύθων ἐστὶ ληρωδέστερά τε καὶ βλαβερώτερα· καὶ τὸν καπνὸν κατὰ τὴν παροιμίαν, ὡς ἔοικε, φεύγοντες, εἰς αὐτὸ δὴ τὸ πῦρ ἐμπεπτώκαμεν· τοιοῦτος γὰρ τοῦ ψεύδους ὁ πλάνος· κἂν ταύτην τις διαφύγῃ τὴν ἀτραπόν, εἰς ἑτέραν ἐμπε 3.53 σεῖται χαλεπωτέραν. Τοιοῦτον μὲν δὴ τῆς θεοποιΐας καὶ τὸ τέταρτον εἶδος. Αὐτίκα τοίνυν Ἀντισθένης, ὁ Σωκράτους ἑταῖρος καὶ ∆ιογέ νους διδάσκαλος, τὴν σωφροσύνην περὶ πλείστου ποιούμενος καὶ τὴν ἡδονὴν μυσαττόμενος, τοιάδε περὶ τῆς Ἀφροδίτης λέγεται φάναι· "Ἐγὼ δὲ τὴν Ἀφροδίτην κἂν κατατοξεύσαιμι, εἰ λάβοιμι, ὅτι πολλὰς ἡμῶν καλὰς κἀγαθὰς γυναῖκας διέφθειρεν." Τὸν δέ γε ἔρωτα κακίαν ἐκάλει τῆς φύσεως, ἧς ἥττους ὄντες οἱ κακο δαίμονες, θεὸν τὴν νόσον καλοῦσιν. Ταύτῃ τοι μανῆναι μᾶλλον ἢ ἡσθῆναι ᾑρεῖτο. 3.54 Ὅτι δὲ καὶ κατὰ τὸν τῆς ἀλληγορίας διεφώνουν λόγον, ἴδοι τις ἂν ἀκριβῶς τοῖς τῶν φιλοσόφων ξυγγράμμασιν ἐντυχών. Πλάτων μὲν γὰρ ἀέρα τὴν Ἥραν ὠνόμασε· Πλούταρχος δὲ ὁ Χαιρωνεὺς τὴν γῆν προσηγόρευσεν Ἥραν, Λητὼ δὲ τὴν λήθην ἢ τὴν νύκτα, ἐν ᾗ οἷόν τινα λήθην ἡ διάνοια δέχεται. Ὁ δὲ Ὀρφεύς· γῆ φησι μήτηρ πάντων, ∆ημήτηρ πλουτοδότειρα. 3.55 Ὅτι δέ γε καὶ τὰς ἀλλήλων θεολογίας ἀνέτρεπον, ὁ Πλάτων ἐν Ἐπινομίδι δηλοῖ, λέγων ὡδί· "Θεολογίαν τοίνυν καὶ ζῳογο νίαν ἀναγκαῖον, ὡς ἔοικε, πρῶτον ἐμοί, κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ὕστερον λόγον, ἀνα 3.56 λαβόντα καὶ πρὸς τοὺς εὐσεβεῖς ἐληλυθότα λόγους." Περὶ δέ γε τῶν θεοποιηθέντων ἀνθρώπων ὁ Πλούταρχος ἐν τῷ ξυγγράμματι τῷ Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων ὧδέ φησιν· "Τὰ δὲ Γιγαντικά τε καὶ Τιτανικὰ παρ' Ἕλλησιν ᾀδόμενα καὶ πολλαί τινες ἄθεσμοι πράξεις καὶ Τυφῶνος ἀντιτάξεις πρὸς Ἀπόλλωνα φυγαί τε ∆ιονύσου καὶ πλάνη ∆ήμητρος οὐδὲν ἀπολείπουσι τῶν Ὀσιρικῶν καὶ Τυφωνικῶν, ὧν παρὰ πᾶσιν ἀνέδην ἔστι μυθολο 3.57 γουμένων ἀκούειν." Καὶ πάλιν ὁ αὐτὸς καὶ τάδε φησίν· "Ἐπεὶ καὶ Σολύμους πυνθάνομαι τοὺς Λυκίων προσοίκους ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπειδὴ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν, Ἄρσαλον καὶ Ἄρυον καὶ Τόσοβιν, ἔφυγε καὶ μετεχώρησεν ὁπουδήποτε-τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν-ἐκεῖνον μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ Ἄρσαλον σκιρροὺς θεοὺς προσαγο ρεῦσαι, καὶ τὰς κατάρας ἐπὶ τούτων ποιεῖσθαι ἰδίᾳ καὶ δημοσίᾳ 3.58 Λυκίους." Τοὺς δὲ Αἰγυπτίους φησὶν ὁ Πορφύριος ἐν τῇ Πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον ἐπιστολῇ ἄνθρωπον σέβειν ἐν Ἀνναβὶ κώμῃ καὶ τούτῳ θύειν ἐπὶ τῶν βωμῶν, εἶτα προσφέρειν αὐτῷ κατὰ καιρὸν τὴν οἰκείαν τροφήν. 3.59 Ἀλλὰ γὰρ οὐδ' ὁ τέταρτος αὐτοῖς ἀπέχρησε πλάνος, ἀλλὰ καὶ πέμπτον προσεπενόησαν καὶ τοὺς παμπονήρους ἐθεοποίησαν δαίμονας καὶ τὰς τῆς γοητείας παρ' αὐτῶν μαγγανείας μεμαθη κότες τελεταῖς αὐτοὺς καὶ θυσίαις ἐτίμησαν. Καὶ τοῦτο δεδήλω κεν ὁ Πορφύριος ἐν τῷ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ξυγγράμ 3.60 ματι· ἐγὼ δὲ αὐτοῦ τὰ ῥήματα παραθήσομαι· "∆ιὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα χρεία ἐπιτελεῖται. Τούτοις γὰρ μάλιστα τὴν τούτων προεστῶσαν τιμῶσιν οἱ τὰ κακὰ διὰ γοητειῶν διαπραττό μενοι. Πλήρεις γὰρ πάσης φαντασίας καὶ ἀπατῆσαι ἱκανοὶ διὰ τῆς τερατουργίας καὶ διὰ τοῦ φίλτρα καὶ ἐρωτικὰ κατασκευάζειν οἱ κακοδαίμονες. Πᾶσα γὰρ καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων, καὶ μάλιστα ἡ ἀπάτη. Τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοί· καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖ θεὸς εἶναι μέγιστος. Οὗτοι οἱ χαίροντες λοιβῇ τε κνίσῃ τε, δι' ὧν 3.61 αὐτῶν τὸ σωματικὸν καὶ πνευματικὸν πιαίνεται." Εἰς καιρὸν δέ μοι προσήκει τοῖς τοῦ Πορφυρίου παραθεῖναι ῥητοῖς τοὺς τῶν Ὁμηρικῶν θεῶν λόγους· καὶ γὰρ ἐκεῖνοι τὴν λοιβὴν καὶ τὴν κνίσαν οἰκεῖον λάχος καλοῦσιν. Τοιγάρτοι ὁ Πορφύριος δῆλός ἐστι τοὺς ὑπὸ τοῦ ποιητοῦ θεοὺς καλουμένους πονηροὺς δαίμονας ὀνομάζων. Καὶ γὰρ