1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

30

βαπτίζον τες δὲ μέχρι τῶν στέρνων τῷ ὕδατι δεύουσι, τοῖς δὲ ἄλλοις μορίοις τοῦ σώματος ὡς ἐναγέσι προσφέρειν τὸ ὕδωρ ἀπαγορεύουσιν. Οὗ δὴ χάριν, ἡνίκα μὲν εἰς πύελον ἐβάπτιζον, ἔξω τὸν ἄνδρα ταύτης στήσαντες, τὴν τούτου κεφαλὴν μέχρι τοῦ στήθους ἅπαξ εἰς τὸ ὕδωρ κατῆγον. Ἐπειδὴ δέ τινα συνέβη τραυμα τίαν γενέσθαι τῆς κεφαλῆς τῇ πυέλῳ προσαῤῥαχθεί σης, ἕτερον εἶδος βαπτίσματος ἐπενόησαν. Ἐπὶ βά θρου γάρ τινος πρηνῆ τὸν ἄνθρωπον διατεί νοντες, ἔξω δὲ τούτου τὴν κεφαλὴν αἰωροῦντες, κα ταχέουσι τὸ ὕδωρ, οὐδενὸς ἄλλου μορίου προσψαῦον. Τινὲς δὲ ἐξ αὐτῶν καὶ ἕτερον τρόπον ἐξεῦρον βαπτί σματος. Ταινίαν γὰρ μακροτάτην κατασκευάσαντες, καὶ ταύτην καθιερώσαντες, ἑλίττουσι ταύτῃ τὸν ἄν θρωπον μέχρι τῶν ὀνύχων, ἀπὸ τοῦ στήθους ἀρξά μενοι, εἶθ' οὕτως προσφέρουσι τοῦ ὕδατος τὴν κατά χυσιν. Ταῦτα δὲ μεμηνύκασιν οἱ τὴν ἐκείνων πεφευ γότες ἀσέβειαν, καὶ τοῖς τοῦ Σωτῆρος καὶ Θεοῦ ἡμῶν συναφθέντες προβάτοις. Καὶ ἄλλο δέ τι 83.421 τολμᾶσθαι παρ' αὐτῶν λέγουσιν, ὃ οὐκ ἂν τολμήσαιμι συγγραφῇ παραδοῦναι· ἱκανὴ γὰρ καὶ μόνη ἡ τοῦ μύσους ἀκοὴ μιάναι τὸν λογισμόν. Ἀλλὰ ταῦτα μὲν εἴτε τολμᾶται παρ' αὐτῶν, εἴτε καὶ μὴ, ἐγὼ, μὲν οὐκ ἂν ἰσχυρισαίμην· ἀκήκοα δὲ ὅμως αὐτὰ παρ' ἀνδρῶν ἀκριβῶς τὰ ἐκείνων ἐπισταμένων. Οὕτω λυττήσας κατὰ τῆς ἀληθείας ὁ Εὐνόμιος, αὔξειν ὁσ ημέραι τὴν νόσον ἐσπούδαζεν. Ἐτόλμησε γὰρ εἰπεῖν, ὡς οὐδὲν τῶν θείων ἠγνόησεν, ἀλλὰ καὶ αὐ τὴν ἀκριβῶς ἐπίσταται τοῦ Θεοῦ τὴν οὐσίαν, καὶ τὴν αὐτὴν ἔχει περὶ τοῦ Θεοῦ γνῶσιν, ἣν αὐτὸς ἔχει περὶ ἑαυτοῦ ὁ Θεός. Εἰς ταύτην ὑπ' αὐτοῦ τὴν μανίαν ἐκβακχευθέντες οἱ τῆς ἐκείνου λώβης μετεσχηκότες, τολμῶσιν ἄντικρυς λέγειν, οὕτως εἰδέναι τὸν Θεὸν, ὡς αὐτὸς ἑαυτόν. Καὶ ἕτερα δὲ ἄττα προσεπενόησεν, ἵνα δόξῃ καινῶν εὑρετὴς γεγενῆσθαι δογμάτων. Ἐν τεῦθεν ἡ Ἀρειανικὴ συμμορία διῃρέθη διχῆ· καὶ οἱ μὲν ἐκλήθησαν Ἀρειανοὶ, οἱ δὲ Εὐνομιανοί. Οἱ δὲ Ἀρειανοὶ καὶ Εὐδοξιανοὶ προσωνομάσθησαν κατὰ τὸν Εὐδοξίου καιρόν· τῇ γὰρ κενῇ δόξῃ δεδουλωμένος, τὴν οἰκείαν ἐπιθεῖναι τοῖς ὁμόφροσι προσηγορίαν ἐσπούδασεν. Οἱ αὐτοὶ δὲ καὶ Ἐξακιονῖται προσαγο ρεύονται, ἀπὸ τοῦ τόπου τὴν ὀνομασίαν δεξάμενοι, ἐν ᾧ ποιεῖσθαι εἰώθασι τὴν συνέλευσιν. Οἱ δὲ Εὐνομια νοὶ καὶ Ἀετιανοὶ ἐκαλοῦντο, ὡς Εὐνομίου τὸν Ἀέτιον διδάσκαλον ὀνομάσαντος· οἱ δὲ αὐτοὶ καὶ Τρωγλῖται ἤγουν Τρωγλοδύται ὀνομάζονται, ὡς ἐν οἰκίαις λανθανούσαις τὰς συνόδους ποιούμενοι. Καὶ γὰρ ἄγαν εἰσὶν εὐαρίθμητοι, πάντων αὐτοὺς βδελυττομένων διὰ τὴν τῆς βλασφημίας ἀναίδειαν. Καὶ τὸ μὲν πλεῖστον τῆς οἰκουμένης τῆς τούτων λύμης ἀπήλλακται, ὀλίγαι δὲ καὶ ἄγαν εὐαρίθμητοι πόλεις ἔχουσιν ἐκ τού των τινὰς, καὶ αὐτοὺς πειρωμένους λανθάνειν. ∆ʹ. -Περὶ Ψαθυριανῶν, καὶ τῶν ἄλλων ἐκ τῆς Ἀρείου καταγομένων αἱρέσεως. Ἐκ δὲ τῆς Ἀρείου βλασφημίας πάλιν ἕτερον ἀπεῤῥάγη τμῆμα. Οὗτοι δέ φασι· Πατὴρ ὁ Θεὸς, ἀεὶ δὲ καὶ ὁ Υἱὸς ὑπὸ τοῦ Θεοῦ ἐκτισμένος. Ταὐτὸν γάρ ἐστιν ἐπὶ τοῦ Θεοῦ τὸ κτίσαι καὶ τὸ γεννῆσαι. Τούτους οἱ Ἀντιοχεῖς Ψαθυριανοὺς ὀνομάζουσι· τὸν γὰρ τῆς αἱρέσεως ἄρχοντα λέγουσι τοιούτων ποπάνων γεγενῆσθαι δημιουργόν. Καὶ ἄλλοι δὲ πάλιν ἐξ αὐτῶν χωρισθέντες, οἱ μὲν παρ' ἐνίων Κυρτιανοὶ, Πιθηκιανοὶ δὲ παρ' ἄλλων ἐκλήθησαν, σμικροῦ τινος ἀνθρωπίσκου, καὶ τὸ μετάφρενον ὑψηλὸν ἐσχηκότος, σὺν ἐκείνοις ἐξεληλυθότος, καὶ ταύτην αὐτοῖς τὴν ἐπωνυμίαν ἐπιτεθεῖναι παρα σκευάσαντος. Χρόνῳ δὲ ὕστερον καὶ ἕτερος συνέστη σύλλογος, ἐκ τῶν Ἀρειανῶν χωρισθείς· τὴν δὲ προσηγορίαν ἐκ τῆς ἀσεβείας ἐσχήκασι. ∆ου λειανοὶ γὰρ ὠνομάσθησαν, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν δοῦλον τοῦ Πατρὸς τολμήσαντες καλέσαι. Συλ λογισμῷ δὲ τοιῷδε κεχρημένοι τὴν βλασφημίαν κατασκευάζουσι. Πᾶν κτίσμα, φασὶ,