30
καὶ οὐκ ἐποίησε τῷ πλησίον αὑτοῦ κακόν." Χρὴ γὰρ αὐτὸν ψεύδους μὲν ἐλευθέραν ἔχειν μὴ μόνον τὴν γλῶτταν, ἀλλὰ καὶ αὐτὴν τὴν διάνοιαν· δόλου δὲ καὶ διπλόης παν τελῶς ἀπηλλάχθαι· ὥστε μηδεμίαν παρ' αὐτοῦ βλά βην εἰς τὸν πέλας χωρεῖν. Μάλα δὲ ἀκολούθως καρ δίας ἐμνημόνευσε πρῶτον, εἶτα γλώττης, καὶ τότε τῆς πράξεως· ἔργου γὰρ ἡγεῖται λόγος, λόγου δὲ ὁ νοῦς. "Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς ἔγγιστα αὐτοῦ." Εἰ δὲ καί τινι συμφορᾷ τινες περιπέσοιεν, ἐπικερτομεῖν οὐ δεῖ καὶ ἐπεμβαίνειν, ἀλλὰ μᾶλλον κοινωνεῖν τῆς ἀθυμίας, κατὰ τὸν ἀποστολικὸν νόμον, τὸν παρεγγυῶντα κλαίειν μετὰ κλαιόντων. δʹ. "Ἐξουδένωται ἐνώπιον αὐτοῦ πᾶς πονη ρευόμενος." Εἰ δέ τις τὸν παράνομον ἕλοιτο βίον, τοῦτον ἡγείσθω τρισάθλιον, κἂν ἐξ οὐρίων φέρηται τὴν ἄκραν ἔχων εὐημερίαν. Ἐπειδὴ γὰρ τὸ ὀνειδί ζειν ἐξέβαλεν, εἰκότως τοῦτο προστέθεικεν, ἀγαθῶν ἀνδρῶν καὶ κακῶν διδάσκων διαφοράν· "Τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει." Ἅπαντας δὲ τοὺς περὶ πολλοῦ τὰ θεῖα ποιουμένους σέβειν ὅσιον, καὶ πάσης ἀξιοῦν αἰδοῦς καὶ τιμῆς. "Ὁ ὀμνύων τῷ πλησίον αὑτοῦ, καὶ οὐκ ἀθετῶν. [εʹ.] Τὸ ἀργύριον αὑτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβε." Τοὺς μὲν ὅρκους ἡ ἀλήθεια βεβαιούτω, καὶ τὴν εὐπορίαν ἡ πλεονεξία μὴ μολυνέτω. Εἶδος δὲ ταύτης ὁ τόκος. Ἀδωρότατος δὲ ἔστω δικάζων, καὶ καθαρὰν δώρων ἐκφερέτω τὴν ψῆφον. Ἡ γὰρ δωροδοκία διαφθείρει τὸ δίκαιον. "Ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα." Ταύ της δὲ ἆθλον τῆς ἀρετῆς τὸ τῆς θείας ἐπικουρίας διηνεκῶς ἀπολαύειν, καὶ ἐν πολλοῖς ἀγαθοῖς δια μένειν, καὶ τὴν αἰώνιον προσμένειν ζωήν. Ταῦτα οὐχ ἧττον ἡμῖν ἢ τοῖς πάλαι ἁρμόττει· ἐπειδὴ πρὸς τῇ παλαιᾷ καὶ τὴν καινὴν νομοθεσίαν δεδέγμεθα, καὶ μείζονος χάριτος τετυχήκαμεν,
ΕΡΜΗΝ. ΤΟΥ ΙΕʹ ΨΑΛΜΟΥ. αʹ. "Στηλογραφία, τῷ ∆αβίδ." Ἐνταῦθα προ αγορεύει τοῦ ∆εσπότου τὸ πάθος
καὶ τὴν ἀνάστασιν, 80.957 καὶ τῶν εἰς αὐτὸν πεπιστευκότων τὴν σωτηρίαν. ∆ηλοῖ δὲ ἡ ἐπιγραφὴ πρὸς τῷ θανάτῳ καὶ τὴν νίκην. Στήλη γὰρ οὐ τάφοις ἐπιτίθεται μόνοις, ἀλλὰ καὶ νικῶσιν ἀνίσταται, καὶ γράμματα δέχεται τὴν νίκην τοὺς ἀγνοοῦντας διδάσκοντα. Τοῦτο τοιγαροῦν ση μαίνει ἡ τῆς στηλογραφίας ἐπιγραφή. "Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. [βʹ.] Εἶπα τῷ Κυρίῳ, Κύριός μου εἶ σύ." Ἐκ προσώπου τοῦ Σωτῆρος εἴρηται ὁ ψαλμός· εἴρηται δὲ κατὰ τὸ ἀνθρώπειον· ὥσπερ αὖ τοιαῦτα πολλὰ καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εὑρίσκομεν· τοιοῦτόν ἐστι καὶ τό· "Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ πο τήριον τοῦτο ἀπ' ἐμοῦ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ." Καί· "Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν." Οὕτως εὑρίσκομεν αὐτὸν εὐχόμενον συνεχῶς, καὶ τὰ γόνατα κάμπτοντα. Ὅτι δὲ τῆς ἀνθρωπίνης φύσεως ταῦτα, καὶ οὐ τῆς ἀνενδεοῦς θεότητος, ὁ Ἀπόστολος διδάσκει σαφῶς. Λέγει δὲ οὕτως ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· "Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὑτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώ ζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενεγκὼν, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐ λαβείας· καίπερ Υἱὸς ὢν, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακού ουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου." Ἐτελειώθη δὲ οὐχ ὁ πρὸ τῶν αἰώνων τέλειος Θεὸς Λόγος, ἀλλ' ἡ τοῦ δούλου μορφὴ, ἀπαθὴς, καὶ ἄφθαρτος, καὶ ἀθά νατος γενομένη. Ταῦτα τοίνυν ἔφη δεδρακέναι τὸν Κύριον ἐν ταῖς ἡμέραις τῆς σαρκὸς, ἡνίκα θνητὸν εἶχε τὸ σῶμα. Τοιγαροῦν ἀνθρώπινα ταῦτα ἅπαντα, καὶ οὐ θεοπρεπῆ. Οὕτω τοίνυν καὶ ἐν τῷδε τῷ ψαλμῷ αἰτεῖ φυλαχθῆναι, καὶ ὑφ' ἑαυτοῦ φυλάττε ται. Αἰτεῖ μὲν γὰρ ὡς ἄνθρωπος· δίδωσι δὲ τὴν αἴ τησιν ὡς Θεός· εὐδοκοῦντος δηλονότι καὶ συν εργοῦντος τοῦ οἰκείου Πατρός. Τὸ δέ γε· "Εἶπα τῷ Κυρίῳ, Κύριός μου εἶ σύ·" ἔοικε τῷ· "Πορεύομαι πρὸς τὸν Θεόν μου καὶ Θεὸν ὑμῶν." -"Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις." Ἀνενδεὴς γὰρ ὑπάρ χεις, καὶ τῆς