30
πατριάρχῃ, ἡνίκα μόνον μετεδίδοι αὐτῷ, διαφόρως τὴν ἐξορίαν ὑπέστημεν. πλὴν ὅτι πολλαχῶς καὶ αὐτὸ τὸ τίμιον αὐτῶν στόμα ἐπανέκρινεν καὶ διέγνω ταῦτα οὕτως ἔχειν. Αὕτη ἐστὶν ἡ ἀπολογία, καὶ ταύτην ὡς κελεύεις ἀνάγαγε τῷ εὐηκόῳ αὐτῶν κράτει. 24 {1Θεοκτίστῳ μαγίστρῳ}1 Ὅτιπερ πονουμένη ἐστὶν τὰ καθ' ἡμᾶς ἡ μεγίστη σου ὑπεροχὴ ἐξ ὑπερβαλλούσης φιλοθεΐας ἔδειξεν μὲν καὶ τὰ διὰ τοῦ εὐλαβεστάτου ἡγουμένου ῥήματα, ἐφανέρωσε δὲ καὶ νῦν τὰ διὰ τοῦ ἀδελφοῦ ἡμῶν πρὸς τὰ σταλέντα δηλώματά τε καὶ ἀνταποκρίματα. καὶ τῆς ὑπὲρ τηλικαύτης σου ἀγαθῆς διαθέσεως πρὸς τὸ κοινῇ συμφέρον τοὺς μισθοὺς λογιεῖται αὐτῇ πάντως καὶ ἡμῶν μὴ λεγόντων ὁ πάντα μέτρῳ καὶ σταθμῷ διορίζων θεός. τίνα δὲ δεῖ οἰκονομίαν γενέσθαι, ὧ δέσποτα, ὅσον τὸ καθ' ἡμᾶς πλέον ἧς πεποιήκαμεν; ὅτι ἕως τοῦ παρόντος ὑπεστείλαμεν ἑαυτοὺς σιωπὴν ἄγοντες ἐγώ τε καὶ ὁ ἀρχιεπίσκοπος (ἐπεὶ καὶ καιρὸς τοῦ λαλεῖν καὶ τοῦ σιγᾶν), πάντα τρόπον μεθοδεύοντες εἰς τὸ μὴ εἰς προῦπτον ἐκβεῖν τὴν ὑπόθεσιν. ἀλλ' ὁ ἀνακρίνων ἀνέκρινεν καὶ ὁ εἰπὼν οὐ διέψευσται, ὅτι οὐκ ἔστι κρυπτὸν ὃ οὐ φανερωθήσεται· ὡς καὶ ἡμῶν μὴ αἱρουμένων οὕτω φύσεως ἐχόντων τῶν πραγμάτων, μὴ ἐπὶ πολὺ παρ' ὅ εἰσιν ἕτερόν τι φαίνεσθαι. Καὶ νῦν δὲ οἰκονομίᾳ χρώμενοι δύο ταῦτα λέγομεν, ὅτι ἢ παύσει ὁ καθῃρημένος τῆς ἱερουργίας, καὶ παραυτὰ κοινωνοῦμεν τῷ ἁγιωτάτῳ πατριάρχῃ, ὃ καὶ λυσιτελὲς κατὰ κοινοῦ, ἤ, εἰ μὴ ἀνεκτόν, καὶ ἐσμὲν ὑπὸ τῆς αὐτῆς συστολῆς κατὰ τὸ πρότερον, τῷ Κυρίῳ τὴν ὑπὲρ τοῦ τοιούτου κεφαλαίου ἐκδίκησιν παραχωροῦντες. τὸ δὲ μεῖζον τούτου, οὐκέτι, σύγγνωθι, οἰκονομίας τρόπος, ἀλλὰ παρανομίας καὶ παραβάσεως τῶν θείων κανόνων ὄφλημα. οἰκονομίας γὰρ ὅρος, ὡς οἶσθα, μήτε τι τῶν κειμένων ἀθετεῖν καθόλου, μήτε ἐφ' ᾧ οἷόν τε μικρὸν ὑφεῖναι κατὰ καιρὸν καὶ λόγον, ὡς ἐντεῦθεν εὑρεῖν τὸ ζητούμενον ἀτεχνῶς, πρὸς τὸ σφοδρότερον ὑπάγεσθαι τῷ πράγματι καὶ ζημιοῦσθαι τὰ τελεώτερα. καὶ τοῦτο δεδιδάγμεθα ἐν μὲν τοῖς ἀποστόλοις παρὰ τοῦ Παύλου, ἁγνισαμένου καὶ περιτεμόντος τὸν Τιμόθεον, ἐν δὲ τοῖς πατράσι παρὰ τοῦ Μεγάλου Βασιλείου, προσηκαμένου τὸ λῆμμα τοῦ Οὐάλεντος καὶ ὑποσιωπήσαντος πρὸς καιρὸν τὴν "4θεός"5 φωνὴν γυμνὴν ἐπὶ τοῦ Πνεύματος. ἀλλ' οὔτε ὁ Παῦλος ἔμεινεν ἁγνιζόμενος οὔτε Βασίλειος ἔτι προσηκάμενος τὸ τοῦ Οὐάλεντος δῶρον καὶ μὴ κηρύττων θεὸν τὸ Πνεῦμα· τοὐναντίον μὲν ἀμφότεροι ὑπὲρ ἑκατέρων θανάτους αἱρησάμενοι φαίνονται. Οὕτως τις ἐκ τοῦ αἰῶνος οἰκονομῶν οὐ διέσφαλται τοῦ καλοῦ· θᾶττον γὰρ ἐπεδράξατο, ὃ μικρὸν ἐνέλιπεν, ὡς ἐπὶ οἰακοστρόφου, ὑπανέντος μικρὸν τὸ πηδάλιον διὰ τὴν ἀντιπνεύσασαν καταιγίδα. ἑτέρως δὲ ἐνεχθεὶς διήμαρτεν τοῦ σκοποῦ, ἀντὶ οἰκονομίας παράβασιν τελέσας. καὶ τὰ παραδείγματα πολλά, ἃ παρέλκον ἐστὶ γράφειν διὰ τὸ μακρηγορές. τὸ δὲ τὴν κυριότητά σου φῆσαι ἐπὶ τοῦ κανόνος τῶν ἀποστόλων περὶ τῶν ἐν χρήμασι χειροτονούντων καὶ χειροτονουμένων ὕφεσίν τινα πεποιηκέναι τὸν Χρυσόστομον ἐφ' ὧν καθῆρεν ἓξ ἐπισκόπων, οὐδὲν τὸ παραλλάττον, εἰ καὶ δοκεῖ, ἡνίκα κἀκείνους πάσης ἱερωσύνης ἀλλοτριώσας μόνην τὴν εἰς τὸ θυσιαστήριον μετάληψιν αὐτοῖς παρεχώρησεν. δῶμεν δὲ καὶ παραλλάττειν καὶ ὕφεσιν ἔχειν. μιμείσθωσαν οἱ βουλόμενοι, καὶ οὐδεὶς ὁ κωλύσων· στόμα γὰρ θεοῦ καὶ οὗτος καὶ τῶν ἀποστόλων ὁμόσκηνος, ὃν καὶ πολλοὶ μέμνηνται ἕως τοῦ παρόντος καὶ οὐδεὶς περὶ τούτου διήνεκται. ἀλλ' οὐχ ὡδὶ οὕτως ἔχει· ὁ γὰρ τὸν μοιχὸν στεφανώσας, ὡς μηδὲν πεπραχὼς ἄτοπον, ἱερουργῶν πάλιν ἐστὶν καὶ οὐδὲ ἐν ἀποβύστῳ που εἰσερχόμενος, ἀλλ' ἐπ' αὐτῆς τῆς καθολικῆς ἐκκλησίας ὡς εἰς ὑπόδειγμα καλὸν τοῖς ἱερεῦσι προκείμενος. Τίς δὲ ἡμῖν ἡ τοῦ Βαλεντινιανοῦ δυογαμία ἐθνική; καὶ τίς αὐτὸν στεφανώσας ἐπὶ τούτῳ ἀνακηρύττεται ἅγιος καὶ οὐχὶ παράνομος, εἴπερ καὶ ἐστεφάνωται; καὶ τίς τηνικαῦτα τῶν θεσπεσίων πατέρων γραφῇ παρέδωκεν ὡς ὁσίως Βαλεντινιανὸς πεποίηκεν δύο γυναῖκας ἀγόμενος καὶ χρεὼν ἐκ τοῦ δεῦρο