1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

30

τινα, πρῶτον ἐν πατρικίοις. Ἐν τῷ αὐτῷ δὲ χρόνῳ τινὲς τῶν Ναυατιανῶν ἐν Φρυγίᾳ τὸ πάσχα ἤρξαντο ποιεῖν μετὰ Ἰουδαίων συνελθόντες ἐν Παζῷ τῇ κώμῃ, καὶ νόμον ἐξέθεντο μετὰ Ἰουδαίων πασχάζειν. ἐκ τούτων οἱ λεγόμενοι Σαββατιανοὶ ἀπὸ Σαββατίου τινὸς ἀνεφύησαν ὕστερον. καὶ Ἀπολινάριος ὁ Σύρος τότε φανερῶς ἀπέστη τῆς ἐκκλησίας, ∆άμασός τε ὁ Ῥώμης καὶ Πέτρος Ἀλεξανδρείας πρῶτοι τούτους ἀπεκήρυξαν. καὶ Εὐνόμιος ὁ δυσσεβὴς ἐτόλμησε τὸ βάπτισμα ἐν μιᾷ καταδύσει τελεῖν, "οὐκ εἰς τριάδα, ἀλλ' εἰς τὸν θάνατον τοῦ Χριστοῦ δεῖ βαπτίζεσθαι," λέγων· καὶ τοὺς ἐν τριάδι βαπτιζομένους ἀνεβάπτιζεν. Ἰουλιανός, ὁ καὶ Σάβας, ἱερὸς ἀσκητὴς εἰς Ἀντιόχειαν ἐλθὼν ἀπὸ Ἐδέσης τοὺς τὸ ὁμοούσιον δοξάζοντας ὀρθοδόξους ὑπεστήριζε προφανῶς ἀναθεματίζων τοὺς Ἀρειανούς. Ἀφραάτης ὁ θεῖος μετὰ πολλῆς παρρησίας κατὰ πρόσωπον ἐν Ἀντιοχείᾳ διήλεγξε τὴν τοῦ Οὐάλεντος ἀσέβειαν. εἷς δὲ τῶν εὐνούχων θρασέως τῷ Ἀφραάτῃ λοιδορήσας καὶ ἀπειλήσας, κατελθὼν ἑτοιμάσαι βαλανεῖον τῷ βασιλεῖ, πληγεὶς τὴν διάνοιαν ἑαυτὸν εἰς τὸ θερμὸν ὕδωρ βαλὼν ἀπώλετο. καὶ Ἐφραῒμ ὁ μέγας ἐν ἀσκήσει καὶ θείᾳ διδασκαλίᾳ διέλαμπεν, πολλοὺς μὲν λόγους ἀσκητικούς, πλείστους δὲ καὶ δογματικοὺς ἐκ θείου 63 πνεύματος ἀναβλύσας· τινὰ δὲ τῶν πονημάτων καὶ ᾄδεσθαι Σύροις παρέδωκε διὰ τοῦ μέλους τοὺς ἀργοτέρους ἐφελκόμενος· φασὶ γοῦν τριακοσίας μυριάδας στίχων αὐτὸν ἐκδεδωκέναι τὸν ὄντως θεόσοφον. Κόσμου ἔτη εωξηʹ. Τῆς θείας σαρκώσεως ἔτη τξηʹ. Ῥωμαίων βασιλεὺς Οὐάλης ἔτη γʹ. αʹ. Περσῶν βασιλεὺς Ἀρταξὴρ ἔτη δʹ. γʹ. Ῥώμης ἐπίσκοπος ∆άμασος ἔτη κηʹ. κδʹ. Κωνσταντ. ἐπίσκοπος ∆ημόφιλος ἔτη ιβʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Λούκιος ἔτη ϛʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. δʹ. Τούτῳ τῷ ἔτει ἡ τῶν Μεσαλιανῶν αἵρεσις ἤγουν Εὐχητῶν καὶ Ἐνθουσιαστῶν ἀνεφύη. οὗτοι ψάλλοντες βαλλίζουσι καὶ κροταλίζουσι τὰ παρὰ τῷ ∆αβὶδ παχέως ἐκλαμβάνοντες καὶ ἀνοήτως. ταύτης αἱρεσιάρχαι ∆αδώης καὶ Σάβας καὶ Ἀδέλφιος, φασὶ δέ τινες, ὅτι καὶ ὁ Σεβαστείας Εὐστάθιος· οἷς ἀντέστησαν γενναίως Ἀμφιλόχιος Ἰκονίου, Λητώϊος Μελιτηνῆς, ὕστερον δὲ καὶ Φλαβιανὸς Ἀντιοχείας. Οὐάλης δὲ πᾶσαν ἐκκλησίαν πορθήσας ἧκεν εἰς Καισάρειαν ἐξ ἀνατολῆς κατὰ τοῦ θείου Βασιλείου μαινόμενος· ἔπραξε δὲ ἃ καὶ ὁ μέγας Γρηγόριος εἰς τὸν Βασιλείου ἐπιτάφιον ἔλεξεν· ἡνίκα καὶ Γαλάτης, ὁ Οὐάλεντος υἱός, χαλεπῶς χειμασθεὶς ἀπέθανεν, καὶ ἡ σύμβιος ∆ομνίκα δεινῶς ἐνόσησεν. ∆ημοσθένους δέ, ἑνὸς τῶν ὀψοποιῶν Οὐάλεντος, ἐν τῇ πρὸς τὸν βασιλέα συντυχίᾳ τοῦ θείου Βασιλείου καταδραμόντος καὶ βαρβαρίσαντος, μικρὸν μειδιάσας ἔφη πρὸς αὐτὸν ὁ διδάσκαλος· "ἰδού· ἐθεασάμεθα καὶ ∆ημοσθένην ἀγράμματον." Οὐάλης αἰδεσθεὶς Βασίλειον πολλὰ χωρία καὶ κάλλιστα τοῖς ὑπ' αὐτοῦ φροντιζομένοις λελωβημένοις ἐδωρήσατο· καὶ τὸ στερρὸν καὶ ἀκλινὲς Βασιλείου ὁρῶν ἐξορίαν κατ' αὐτοῦ 64 ἐψηφίσατο· τὸ δὲ γράμμα τῆς ἐξορίας ὑπογράψαι θελήσας οὐκ ἴσχυσεν, τριῶν μὲν καλάμων συντριβέντων, ἔσχατον δὲ καὶ τῆς χειρὸς αὐτοῦ παρεθείσης. βʹ. δʹ. κεʹ. ζʹ. ιαʹ. δʹ. εʹ. Τούτῳ τῷ ἔτει Μαυΐα, Σαρακηνῶν βασίλισσα, πολλὰ κακὰ Ῥωμαίοις ποιήσασα εἰρήνην ᾐτήσατο καὶ Μωσῆν τινα τῶν ἀσκούντων κατὰ τὴν ἔρημον ἐπίσκοπον δοθῆναι τοῖς χριστιανίζουσι παρ' αὐτῇ Σαρακηνοῖς ᾔτησεν. τοῦ δὲ βασιλέως σπουδαίως τοῦτο ποιήσαντος, Μωσῆς οὐ κατεδέξατο ὑπὸ Λουκίου τοῦ Ἀρειανοῦ χειροτονηθῆναι, ἀλλ' ὑπό τινος τῶν ἐν ἐξορίᾳ ὀρθοδόξων· ὅπερ καὶ γέγονεν. τοῦτον λαβοῦσα Μαυΐα πολλοὺς Χριστιανοὺς ἀπὸ Σαρακηνῶν ἐποίησεν. φασὶ δέ, ὅτι καὶ αὐτὴ Χριστιανὴ ἦν, Ῥωμαία τῷ γένει, καὶ ληφθεῖσα αἰχμάλωτος ἤρεσε διὰ κάλλος τῷ βασιλεῖ τῶν Σαρακηνῶν· καὶ οὕτω τῆς βασιλείας ἐκράτησεν. ἱστορεῖ δὲ πολλὰ περὶ τοῦ ἔθνους ὁ Σωζομενός, ὅθεν τε ἤρξατο, καὶ ὀνομάζεται, καὶ ὅτι ιγʹ ἐτῶν περιτέμνεται. οἱ δὲ Γότθοι ὑπὸ Οὔννων πολεμηθέντες βοήθειαν