“Let us glorify God, all nations gathered together; for He has also visited us. Let us glorify Him by the King of glory, by the Lord of hosts. For He has been gracious towards the Gentiles also; and our sacrifices He esteems more grateful than yours. What need, then, have I of circumcision, who have been witnessed to by God? What need have I of that other baptism, who have been baptized with the Holy Ghost? I think that while I mention this, I would persuade even those who are possessed of scanty intelligence. For these words have neither been prepared by me, nor embellished by the art of man; but David sung them, Isaiah preached them, Zechariah proclaimed them, and Moses wrote them. Are you acquainted with them, Trypho? They are contained in your Scriptures, or rather not yours, but ours.77 [This striking claim of the Old Testament Scriptures is noteworthy.] For we believe them; but you, though you read them, do not catch the spirit that is in them. Be not offended at, or reproach us with, the bodily uncircumcision with which God has created us; and think it not strange that we drink hot water on the Sabbaths, since God directs the government of the universe on this day equally as on all others; and the priests, as on other days, so on this, are ordered to offer sacrifices; and there are so many righteous men who have performed none of these legal ceremonies, and yet are witnessed to by God Himself.
[29] Δοξάσωμεν τὸν θεόν, ἅμα τὰ ἔθνη συνελθόντα, ὅτι καὶ ἡμᾶς ἐπεσκέψατο: δοξάσωμεν αὐτὸν διὰ τοῦ βασιλέως τῆς δόξης, διὰ τοῦ κυρίου τῶν δυνάμεων. εὐδόκησε γὰρ καὶ εἰς τὰ ἔθνη, καὶ τὰς θυσίας ἥδιον παρ' ἡμῶν ἢ παρ' ὑμῶν λαμβάνει. τίς οὖν ἔτι μοι περιτομῆς λόγος ὑπὸ τοῦ θεοῦ μαρτυρηθέντι; τίς ἐκείνου τοῦ βαπτίσματος χρεία ἁγίῳ πνεύματι βεβαπτισμένῳ; ταῦτα οἶμαι λέγων πείσειν καὶ τοὺς βραχὺν νοῦν κεκτημένους. οὐ γὰρ ὑπ' ἐμοῦ συνεσκευασμένοι εἰσὶν οἱ λόγοι οὐδὲ τέχνῃ ἀνθρωπίνῃ κεκαλλωπισμένοι, ἀλλὰ τούτους Δαυεὶδ μὲν ἔψαλλεν, Ἠσαίας δὲ εὐηγγελίζετο, Ζαχαρίας δὲ ἐκήρυξε, Μωυσῆς δὲ ἀνέγραψεν. ἐπιγινώσκεις αὐτούς, Τρύφων; ἐν τοῖς ὑμετέροις ἀπόκεινται γράμμασι, μᾶλλον δὲ οὐχ ὑμετέροις ἀλλ' ἡμετέροις: ἡμεῖς γὰρ αὐτοῖς πειθόμεθα, ὑμεῖς δὲ ἀναγινώσκοντες οὐ νοεῖτε τὸν ἐν αὐτοῖς νοῦν. μὴ οὖν ἄχθεσθε, μηδὲ ὀνειδίζετε ἡμῖν τὴν τοῦ σώματος ἀκροβυστίαν, ἣν αὐτὸς ὁ θεὸς ἔπλασε, μηδέ, ὅτι θερμὸν πίνομεν ἐν τοῖς σάββασι, δεινὸν ἡγεῖσθε: ἐπειδὴ καὶ ὁ θεὸς τὴν αὐτὴν διοίκησιν τοῦ κόσμου ὁμοίως καὶ ἐν ταύτῃ τῇ ἡμέρᾳ πεποίηται καθάπερ καὶ ἐν ταῖς ἄλλαις ἁπάσαις, καὶ οἱ ἀρχιερεῖς τὰς προσφορὰς καθὰ καὶ ταῖς ἄλλαις ἡμέραις καὶ ἐν ταύτῃ κεκελευσμένοι ἦσαν ποιεῖσθαι, καὶ οἱ τοσοῦτοι δίκαιοι μηδὲν τούτων τῶν νομίμων πράξαντες μεμαρτύρηνται ὑπὸ τοῦ θεοῦ αὐτοῦ.