Ἀρειανοὶ ἀλόγως πράττουσιν ὡς τὰ κτήνη. Ὡς δὲ ταύτην εἶδε τὴν θεωρίαν, τοὺς συνόντας παρεκάλεσε, λέγων· Μὴ ἀθυ μεῖτε, τέκνα· ὥσπερ γὰρ ὠργίσθη ὁ Κύριος, οὕτω πάλιν ἰάσεται. Καὶ πάλιν ταχέως ἀπολήψεται τὸν ἑαυτῆς κόσμον ἡ Ἐκκλησία, καὶ συνήθως ἀναλάμψει· καὶ ὄψεσθε τοὺς διωχθέντας ἀποκαθισταμένους, καὶ τὴν μὲν ἀσέβειαν πάλιν εἰς τοὺς ἰδίους φωλεοὺς ἀνα χωροῦσαν, τὴν δὲ εὐσεβῆ πίστιν παῤῥησιαζομένην μετὰ πάσης ἐλευθερίας πανταχοῦ· μόνον μὴ μιάνητε ἑαυτοὺς μετὰ τῶν Ἀρειανῶν. Οὐκ ἔστι γὰρ τῶν ἀποστόλων αὕτη ἡ διδασκαλία, ἀλλὰ τῶν δαιμόνων, καὶ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου· καὶ μᾶλλον ἄγονος, καὶ ἄλογος, καὶ διανοίας ἐστὶν οὐκ ὀρθῆς, ὡς ἡ τῶν ἡμιόνων ἀλογία. Τοιαῦτα μὲν τὰ τοῦ Ἀντωνίου. Οὐ δεῖ δὲ ἡμᾶς ἀπιστεῖν, εἰ δι' ἀνθρώπου τοσαῦτα γέγονε θαύματα. Τοῦ γὰρ Σωτῆρός ἐστιν ἐπαγγελία, λέγοντος· Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβηθι ἐντεῦθεν, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Καὶ πάλιν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐάν τι αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. Αἰτεῖτε, καὶ λή ψεσθε. Καὶ αὐτός ἐστιν ὁ τοῖς μαθηταῖς λέγων, καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν· Ἀσθενοῦντας θε ραπεύετε· δαίμονας ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. 26.961 Οὐ προστάττων γοῦν ἐθεράπευεν ὁ Ἀντώ νιος, ἀλλ' εὐχόμενος καὶ τὸν Χριστὸν ὀνομάζων· ὡς πᾶσι φανερὸν γενέσθαι, ὅτι οὐκ ἦν αὐτὸς ὁ ποιῶν, ἀλλ' ὁ Κύριος, δι' Ἀντωνίου φιλανθρωπευόμενος, καὶ θεραπεύων τοὺς πάσχοντας. Ἀντωνίου δὲ μόνον ἡ εὐχὴ καὶ ἡ ἄσκησις, ἧς ἕνεκεν ἐν τῷ ὄρει καθήμε νος, ἔχαιρε μὲν τῇ τῶν θείων θεωρίᾳ, ἐλυπεῖτο δὲ διοχλούμενος ὑπὸ πολλῶν καὶ ἑλκόμενος εἰς τὸ ὄρος τὸ ἔξω. Καὶ γὰρ καὶ δικασταὶ πάντες ἠξίουν ἀπὸ τοῦ ὄρους αὐτὸν κατέρχεσθαι, ἐπεὶ μὴ δυνατὸν ἦν αὐτοὺς εἰσελθεῖν ἐκεῖ, διὰ τοὺς ἀκολουθοῦντας τῶν δικαζο μένων. Ἠξίουν δὲ ὅμως, ἵνα ἔλθῃ καὶ μόνον αὐτὸν ἴδωσιν· αὐτὸς μὲν οὖν ἐξετρέπετο καὶ παρῃτεῖτο τὰς πρὸς τούτους ὁδούς οἱ δὲ ἐπέμενον, καὶ μᾶλλον τοὺς ὑπευθύνους ὄντας ὑπὸ στρατιώτας προσέπεμπον· ἵνα κἂν διὰ τὴν ἐκείνων πρόφασιν κατέλθῃ. Πάσχων οὖν ἀνάγκην, καὶ ὁρῶν αὐτοὺς ὀδυρομένους, ἤρχετο μὲν εἰς τὸ ὄρος τὸ ἔξω· οὐκ ἀνωφελὴς δὲ πάλιν ἦν ὁ σκυλ μὸς αὐτοῦ· πολλοῖς μὲν γὰρ εἰς ὄνησιν ἐγίνετο, καὶ εἰς εὐεργεσίαν ἡ ἄφιξις αὐτοῦ. Τοὺς δὲ δικαστὰς ὠφέ λει, συμβουλεύων πάντων μᾶλλον προκρίνειν τὸ δί καιον· καὶ φοβεῖσθαι τὸν Θεὸν, καὶ εἰδέναι, ὅτι οἵῳ κρίματι κρίνουσι, κριθήσονται. Πλὴν τὴν ἐν τῷ ὄρει διατριβὴν πάντων μᾶλλον ἠγάπα. Ποτὲ οὖν βίαν τοιαύτην παθὼν παρὰ τῶν χρείαν ἐχόντων, καὶ τοῦ στρατηλάτου διὰ πολλῶν ἀξιώσαντος αὐτὸν κατελθεῖν· ἐλθὼν, καὶ ὁμιλήσας ὀλίγα, τὰ εἰς σωτηρίαν φθάνοντα, καὶ περὶ τῶν δεομένων, ἠπείγετο. Τοῦ δὲ λεγομένου δουκὸς ἀξι οῦντος αὐτὸν ἐμβραδύνειν, ἔλεγε μὴ δύνασθαι χρονί ζειν μετ' αὐτῶν, καὶ παραδείγματι χαρίεντι τοῦτον ἔπειθε λέγων· Ὥσπερ οἱ ἰχθύες ἐγχρονίζοντες τῇ ξηρᾷ γῇ τελευτῶσιν, οὕτως οἱ μοναχοὶ βραδύνοντες μεθ' ὑμῶν, καὶ παρ' ὑμῖν ἐκδιατρίβοντες ἐκλύονται. ∆εῖ οὖν, ὥσπερ τὸν ἰχθὺν εἰς τὴν θάλασσαν, οὕτως ἡμᾶς εἰς τὸ ὄρος ἐπείγεσθαι· μήποτε ἐμβραδύνοντες, 26.964 ἐπιλαθώμεθα τῶν ἔνδον. Ἀκούσας δὲ ὁ στρατηλάτης ταῦτα παρ' αὐτοῦ, καὶ ἕτερα πολλὰ, θαυμάσας, ἔλε γεν, ἀληθῶς εἶναι τοῦτον δοῦλον τοῦ Θεοῦ· πόθεν γὰρ ἰδιώτῃ τοιοῦτος καὶ τοσοῦτος νοῦς, εἰ μὴ ἦν ἀγαπώ μενος ὑπὸ τοῦ Θεοῦ; Εἷς δέ τις στρατηλάτης, Βαλάκιος δὲ ἦν ὄνο μα αὐτῷ, πικρῶς ἐδίωκεν ἡμᾶς τοὺς Χριστιανοὺς διὰ τὴν ὑπὲρ τῶν δυσωνύμων Ἀρειανῶν σπουδήν. Καὶ ἐπειδὴ τοσοῦτον ἦν ὠμὸς, ὡς καὶ παρθένους τύπτειν, καὶ μονάζοντας γυμνοῦν καὶ μαστίζειν· ἀποστέλλει πρὸς αὐτὸν ὁ Ἀντώνιος, καὶ γράφει τοιοῦτον ἔχου σαν νοῦν ἐπιστολήν· Ὁρῶ ὀργὴν
31