κυρίου αἰωνίας, ποία ἐστὶν ἡ τρίβος ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. Ἄγει δὲ ἐπὶ τὴν μετάνοιαν σωτηρίας χάριν τῆς ἡμῶν. ∆ιὰ τοῦτό φησιν· ἐὰν μετανοήσῃς, περικαθαριεῖ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρμα1.10.93.2 τός σου. Ἐνῆν μὲν οὖν συνηγόρους ἡμῖν τῆς ζητήσεως ταύτης ἐπισπάσασθαι φιλοσόφους, οἵ φασιν ἐπαινετὸν εἶναι μόνον τὸν τέλειον, ψεκτὸν δὲ τὸν φαῦλον τυγχάνειν. Ἀλλ' ἐπεὶ συκοφαντοῦσί τινες τὸ μακάριον, ὡς πράγματ' οὐκ ἔχον οὔτε αὐτὸ οὔτε ἄλλῳ τῳ παρεχόμενον, τὴν φιλανθρωπίαν ἀσυνετοῦντες αὐτοῦ, διὰ τούτους δὴ καὶ τοὺς ἔτι τὸ δίκαιον οὐ προσάπτοντας τῷ ἀγαθῷ, ὅδε ὁ λόγος ἡμῖν παρῃτήθη. 1.10.93.3 Ἑπόμενον γὰρ ἦν φάσκειν ἡμᾶς τὸ ἐπιπληκτικὸν καὶ ψεκτικὸν εἶδος τῆς παιδαγωγίας ἁρμόδιον εἶναι τοῖς ἀνθρώποις, ἐπεὶ πάντας ἀνθρώπους φαύλους λέγουσι· σοφὸς δὲ ὁ θεὸς μόνος, ἀφ' οὗ ἡ σοφία, καὶ τέλειος μόνος, διὰ τοῦτο καὶ μόνος ἐπαι1.10.94.1 νετός. Ἀλλὰ οὐ συγχρῶμαι τῷ λόγῳ τῷδε, φημὶ δ' οὖν ἔπαινον ἢ ψόγον ἢ ἐπαίνῳ τι ἐοικὸς καὶ ψόγῳ μάλιστα πάντων τοῖς ἀνθρώποις ἀναγκαιότατα φάρμακα. Οἱ μὲν οὖν δυσίατοι, καθάπερ ὁ σίδηρος πρὸς τοῦ πυρὸς καὶ σφύρας καὶ ἄκμονος, τουτέστιν ἀπειλῆς, ἐλέγχου, ἐπιτιμήσεως ἐλαύνονται, οἱ δὲ αὐτῇ προσέχοντες τῇ πίστει οἷον αὐτοδίδακτοι καὶ προαιρετικοὶ αὔξονται τῷ ἐπαίνῳ· ἀρετὰ γὰρ ἐπαινεομένα δένδρον ὣς ἀέξεται. Καί μοι δοκεῖ συνεὶς τοῦτο ὁ Σάμιος παραγγέλλειν Πυθαγόρας· δειλὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου. 1.10.94.2 Τὸ δὲ ἐπιπλήσσειν καὶ νουθετεῖν καλεῖται, τὸ δὲ ἐτυμολογεῖται ἡ νουθέτησις νοῦ ἐνθεματισμός, ὡς εἶναι τὸ ἐπιπληκτικὸν εἶδος νοῦ περιποιητικόν. Ἀλλὰ γὰρ μυρίαι ὅσαι προσεξεύρηνται παραγγελίαι εἰς κτῆσιν ἀγαθῶν καὶ φυγὴν κακῶν· 1.10.94.3 τοῖς γὰρ ἀσεβέσιν οὐκ ἔστιν εἰρήνη, λέγει κύριος. ∆ιὰ τοῦτο φυλάττεσθαι τοῖς νηπίοις διὰ Σολομῶντος παραγγέλλει· υἱέ, μὴ πλανήσωσί σε ἁμαρτωλοί, μηδὲ πορευθῇς μετ' αὐτῶν ὁδούς, μηδὲ πορευθῇς, ἐὰν παρακαλέσωσίν σε λέγοντες· ἐλθὲ μεθ' ἡμῶν, κοινώνησον αἵματος ἀθῴου, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, ἀφανίσωμεν αὐτὸν ὥσπερ Ἅιδης 1.10.95.1 ζῶντα. Τοῦτο μὲν οὖν καὶ περὶ τοῦ κυριακοῦ προφητεύεται πάθους· ὑποτίθεται δὲ καὶ δι' Ἰεζεκιὴλ ἡ ζωὴ τὰς ἐντολάς· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται. Ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν τὴν δικαιοσύνην, οὐκ ἐπὶ τῶν ὀρέων φάγεται, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο ἐπὶ τὰ ἐνθυμήματα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐκ ἐγγιεῖ, καὶ ἄνθρωπον οὐ καταδυναστεύσει, καὶ ἐνεχυρασμὸν ὀφείλοντος 1.10.95.2 ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπάσει, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεόνασμα οὐ λήψεται, καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, καὶ κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ, ἐν τοῖς προστάγμασί μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει κύριος. Ταῦτα ὑποτύπωσιν Χριστιανῶν περιέχει πολιτείας καὶ προτροπὴν ἀξιόλογον εἰς μακάριον βίον, γέρας εὐζωίας, ζωὴν αἰώνιον. 1.11.t.1 Ὅτι διὰ νόμου καὶ προφητῶν ὁ λόγος ἐπαιδαγώγει. Ὁ μὲν δὴ τρόπος τῆς φιλανθρωπίας αὐτοῦ καὶ παιδαγωγίας ὡς ἐνῆν ἡμῖν ὑποδέδεικται. ∆ιόπερ παγκάλως αὐτὸς αὑτὸν ἐξηγούμενος κόκκῳ νάπυος εἴκασεν, καὶ τοῦ σπειρομένου λόγου τὸ πνευματικὸν καὶ τὸ πολύχουν τῆς φύσεως καὶ τὸ μεγαλοπρεπὲς ἅμα καὶ εὐαυξὲς τῆς δυνάμεως τῆς λογικῆς, πρὸς δὲ καὶ τῆς ἐπιτιμήσεως τὸ δηκτικὸν καὶ τὸ ἀνακαθαρτι1.11.96.2 κὸν ὀνησιφόρον εἶναι ὑπὸ δριμύτητος αἰνιττόμενος. ∆ι' ὀλίγου γοῦν τοῦ κόκκου τοῦ ἀλληγορουμένου πάμπολυ, τὴν σωτηρίαν, ἁπάσῃ χαρίζεται τῇ