31
κύριος τὸν Ἀβραάμή) κακοῦ καὶ τὸ τέλος τῆς ὑπομονῆς ἀγνοοῦντος. Ὁμῶς ὁ Σίμων πολλὰ ἀπὸ τῶν γραφῶν ἐδόκει δεικνύειν τὸν θεὸν παντὶ πάθει ὑποκείμενον. καὶ ὁ Πέτρος πρὸς ταῦτα ἔφη· Eἰ μηδὲν ἀγαπᾷ ὁ κακὸς καὶ πάνυ μοχθηρὸς ἐφ' οἷς ἁμαρτάνει ἑαυτὸν ἐλέγχειν, ἀπόκριναί μοι. καὶ ὁ Σίμων ἔφη· Oὐκ ἀγαπᾷ. καὶ ὁ Πέτρος ἔφη· Πῶς οὖν κακὸς καὶ μοχθη- ρὸς εἶναι δύναται ὁ θεός, εἴπερ αὐτοῦ θελήματι τὰ κατ' αὐτοῦ κακὰ δη- μοσίᾳ γραφέντα προσετέθη; καὶ ὁ Σίμων· Ἐνδέχεται παρὰ προαίρεσιν αὐτοῦ ὑφ' ἑτέρας δυνάμεως τὸν κατ' αὐτοῦ γραφῆναι ἔλεγχον. καὶ ὁ Πέτρος ἔφη· Πρῶτον οὖν τοῦτο ζητήσωμεν. εἰ μὲν ὑπὸ τῆς ἑαυτοῦ βουλῆς ἑαυ- τὸν ἤλεγξεν, ὡς φθάσας συνωμολόγησας, μοχθηρὸς οὐκ ἔστιν· εἰ δὲ ὑφ' ἑτέρας δυνάμεως, ζητητέον καὶ παντὶ σθένει ἐξεταστέον μή τις αὐτὸν μόνον ἀγαθὸν ὄντα ἐπὶ πᾶσιν τοῖς κακοῖς ὑπέβαλεν. καὶ ὁ Σίμων· Πρό- δηλος εἶ φεύγων ἀπὸ τῶν γραφῶν τὸν κατὰ τοῦ θεοῦ σου ἀκοῦσαι ἔλεγχον. καὶ ὁ Πέτρος· Aὐτός μοι φαίνῃ τοῦτο ποιῶν· ὁ γὰρ τάξιν ζητήσεως φεύγων ἐξέτασιν ἀληθῆ γενέσθαι οὐ βούλεται. ὅθεν ἐγὼ τῇ τάξει χρώμενος καὶ βουλόμενος πρῶτον τὸν συγγραφέα νοηθῆναι, πρό- δηλός εἰμι τὴν εὐθεῖαν ὁδεύειν θέλων. καὶ ὁ Σίμων· Ὁμολόγησον πρῶ- τον εἴγε τὰ κατὰ τοῦ δημιουργοῦ γεγραμμένα ἀληθῆ ἐστιν καὶ οὐκ ἔστιν τῶν ὅλων ἀνώτερος, κατὰ τὰς γραφὰς πάσῃ ὑποκείμενος μοχθηρίᾳ, καὶ ὕστερον ζητήσομεν τὸν συνγράψαντα. καὶ ὁ Πέτρος· Ἵνα μὴ δόξω ἀντι- λέγειν σου τῇ ἀταξίᾳ μηδὲ θέλειν ζητεῖν, ἀποκρίνομαι· ἐγώ φημι ὅτι, εἰ τὰ κατὰ τοῦ θεοῦ γεγραμμένα ἀληθῆ εἴη, οὔπω τὸν θεὸν δείκνυσιν μοχθηρόν. καὶ ὁ Σίμων ἔφη· Πῶς τοῦτο συστῆσαι δύνασαι; καὶ ὁ Πέτρος· Ὅτι ταῖς αὐτὸν κακῶς λεγούσαις φωναῖς τὰ ἐναντία γέγραπται, οὗ εἵνεκεν οὐδ' ὁπότερον βεβαιωθῆναι δύναται. καὶ ὁ Σίμων· Πῶς οὖν τῶν γραφῶν τῶν μὲν αὐτὸν κακὸν λεγουσῶν, τῶν δὲ ἀγαθόν, τὸ ἀληθὲς ἔστιν ἐπιγνῶναι; καὶ ὁ Πέτρος· Ὅσαι τῶν γραφῶν φωναὶ συμφωνοῦσιν τῇ ὑπ' αὐτοῦ γενομένῃ κτίσει, ἀληθεῖς εἰσιν, ὅσαι δὲ ἐναντίαι, ψευδεῖς τυγχά- νουσιν. καὶ ὁ Σίμων ἔφη· Πῶς δύνασαι ἐναντιουμένας ἑαυταῖς δεῖξαι τὰς γραφάς; καὶ ὁ Πέτρος ἔφη· Τὸν Ἀδὰμ τυφλὸν λέγεις γεγενῆσθαι, ὅπερ οὐκ ἦν· οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυεν λέγων· «Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ γεύσησθε». καὶ ὁ Σίμων· Τυφλὸν ἔλεγεν τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· Πῶς καὶ τὸν νοῦν τυφλὸς εἶναι ἐδύνατο, ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ συμφώνως τῷ κτίσαντι αὐτὸν οἰκεῖα πᾶσιν τοῖς ζσοις ἐπιθεὶς ὀνόματα; καὶ ὁ Σίμων· Eἰ πρόγνωσιν εἶχεν ὁ Ἀδάμ, διὰ τί οὐ προέγνω τὸ τὴν γυναῖκα αὐτοῦ ἀπατᾶν ὄφιν; καὶ ὁ Πέτρος· Eἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδάμ, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι τὰ ὀνό- ματα ἐπέθηκεν; τὸν μὲν πρῶτον καλέσας Κάιν, ὃ ἑρμηνεύεται ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλεν τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ, ὃ ἑρμηνεύεται πένθος· ἐπ' αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς. εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ ὑπάρχων πρόγνωσιν εἶχεν, πολὺ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. καὶ ψεῦδός ἐστιν τὸ γεγράφθαι· «Ἐνεθυμήθη ὁ θεός», ὡς λογισμῷ χρησαμένου διὰ τὴν ἄγνοιαν. ἔτι μὴν καὶ εἰ «ἐπείραζεν κύ-