1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

31

παρὰ τῶν Ἀβάρων (ἀπὸ τῶν ἐκεῖσε γὰρ Ῥωμάνους τοὺς νῦν ∆ελματίαν καὶ τὸ ∆υρράχιον οἰκοῦντας ἀπέλασαν), {καὶ} κατεσκήνωσεν ὁ βασιλεὺς τοὺς αὐτοὺς Σέρβλους ἐν ταῖς τοιαύταις χώραις, καὶ ἦσαν τῷ βασιλεῖ Ῥωμαίων ὑποτασσόμενοι, οὓς ὁ βασιλεὺς πρεσβύτας ἀπὸ Ῥώμης ἀγαγὼν ἐβάπτισεν, καὶ διδάξας αὐτοὺς τὰ τῆς εὐσεβείας τελεῖν καλῶς, αὐτοῖς τὴν τῶν Χριστιανῶν πίστιν ἐξέθετο. Ἐπεὶ δὲ ἡ Βουλγαρία ὑπὸ τὴν ἐξουσίαν ἦν τῶν Ῥωμαίων, *** αὐτοῦ οὖν τοῦ ἄρχοντος τοῦ Σέρβλου, τοῦ εἰς τὸν βασιλέα προσφυγόντος, τελευτήσαντος, κατὰ διαδοχὴν ἦρξεν ὁ υἱὸς αὐτοῦ, καὶ πάλιν ὁ ἔγγων, καὶ οὕτως ἐκ τῆς γενεᾶς αὐτοῦ οἱ καθεξῆς ἄρχοντες. Μετὰ δὲ χρόνους τινὰς ἐγεννήθη ἐξ αὐτῶν ὁ Βοϊσέσθλαβος, καὶ ἐξ αὐτοῦ ὁ Ῥοδόσθλαβος, καὶ ἀπ' ἐκείνου ὁ Προσηγόης, καὶ ἐξ ἐκείνου ὁ Βλαστίμηρος, καὶ μέχρις αὐτοῦ τοῦ Βλαστιμήρου μετὰ τῶν Σέρβλων εἰρηνικῶς διετέλουν οἱ Βούλγαροι, ὡς γείτονες καὶ συνορῖται ἀγαπῶντες ἀλλήλους, ἔχοντες δὲ δούλωσιν καὶ ὑποταγὴν εἰς τοὺς βασιλεῖς τῶν Ῥωμαίων καὶ εὐεργετούμενοι παρ' αὐτῶν. Ἐπὶ δὲ τῆς ἀρχῆς τοῦ αὐτοῦ Βλαστιμήρου ἦλθεν μετὰ πολέμου Πρεσιάμ, ὁ ἄρχων Βουλγαρίας, κατὰ τῶν Σέρβλων θέλων αὐτοὺς ὑποτάξαι, ἀλλ' ἐπὶ τριετίαν πολεμήσας, οὐ μόνον οὐδὲν ἤνυσεν, ἀλλὰ καὶ λαὸν αὐτοῦ πλεῖστον ἀπώλεσεν. Μετὰ δὲ θάνατον Βλαστιμήρου τοῦ ἄρχοντος διεδέξαντο τὴν ἀρχὴν τῆς Σερβλίας οἱ τρεῖς υἱοὶ αὐτοῦ, ὁ Μουντιμῆρος καὶ ὁ Στροΐμηρος καὶ ὁ Γοΐνικος, μερισάμενοι τὴν χώραν. Ἐπὶ τούτων παρεγένετο ὁ τῆς Βουλγαρίας ἄρχων, Μιχαὴλ ὁ Βορίσης, θέλων διεκδικῆσαι τὴν ἧτταν Πρεσιάμ, τοῦ πατρὸς αὐτοῦ, καὶ πολεμήσας, εἰς τοσοῦτον αὐτὸν ἐπτόησαν οἱ Σέρβλοι, ὥστε καὶ τὸν υἱὸν αὐτοῦ, Βλαδίμηρον ἐκράτησαν δέσμιον μετὰ καὶ βοϊλάδων δώδεκα μεγάλων. Τότε δὴ τῇ τοῦ υἱοῦ θλίψει καὶ μὴ θέλων ὁ Βορίσης εἰρήνευσε μετὰ τῶν Σέρβλων. Μέλλων δὲ ὑποστρέφειν ἐν Βουλγαρίᾳ καὶ φοβηθείς, μήποτε ἐνεδρεύσωσιν αὐτὸν οἱ Σέρβλοι καθ' ὁδόν, ἐπεζήτησεν εἰς διάσωσιν αὐτοῦ τὰ τοῦ ἄρχοντος Μουντιμήρου παιδία, τὸν Βόρενα καὶ τὸν Στέφανον, οἳ καὶ διέσωσαν αὐτὸν ἀβλαβῆ μέχρι τῶν συνόρων, ἕως τῆς Ῥάσης. Καὶ ὑπὲρ τῆς τοιαύτης χάριτος δέδωκεν αὐτοῖς Μιχαὴλ ὁ Βορίσης δωρεὰς μεγάλας, καὶ ἐκεῖνοι ἀντέδωκαν αὐτῷ χάριν ξενίων ψυχάρια δύο, φαλκώνια δύο, σκυλία δύο καὶ γούνας ὀγδοήκοντα, ὅπερ λέγουσιν οἱ Βούλγαροι εἶναι πάκτον. Μετὰ μικρὸν δὲ ἐγένοντο κατ' ἀλλήλων οἱ αὐτοὶ τρεῖς ἀδελφοί, οἱ ἄρχοντες Σερβλίας, καὶ γενάμενος ἐπικρατέστερος ὁ εἷς αὐτῶν, ὁ Μουντιμῆρος, καὶ θέλων μόνος τὴν ἀρχὴν ἐπέχειν, κρατήσας παρέδωκεν τοὺς δύο ἐν Βουλγαρίᾳ, μόνον τὸ παιδίον τοῦ ἑνὸς ἀδελφοῦ, Γοϊνίκου, Πέτρον ὀνόματι, παρ' ἑαυτῷ κρατήσας καὶ ἐπιμελούμενος, ὅστις καὶ φυγὼν ἦλθεν ἐν Χρωβατίᾳ, περὶ οὗ μετ' ὀλίγον ῥηθήσεται. Ὁ δὲ προρρηθεὶς ἀδελφὸς ἐν Βουλγαρίᾳ, Στροΐμηρος εἶχεν υἱὸν τὸν Κλονίμηρον, ᾧ καὶ γυναῖκα παρέσχεν ὁ Βορίσης Βουλγάραν. Ἐξ αὐτοῦ γεννᾶται ἐν Βουλγαρίᾳ ὁ Τζεέσθλαβος. Ὁ δὲ Μουντιμῆρος, ὁ τοὺς δύο ἀδελφοὺς διώξας καὶ τὴν ἀρχὴν δεξάμενος, γεννᾷ υἱοὺς τρεῖς, τὸν Πριβέσθλαβον καὶ τὸν Βράνον καὶ τὸν Στέφανον, καὶ μετὰ τὸν αὐτοῦ θάνατον διαδέχεται αὐτὸν ὁ πρῶτος υἱός, ὁ Πριβέσθλαβος. Μετὰ οὖν χρόνον ἕνα ἐξελθὼν ἀπὸ Χρωβατίας ὁ προειρημένος Πέτρος, ὁ υἱὸς τοῦ Γοϊνίκου, διώκει ἀπὸ τῆς ἀρχῆς τὸν ἐξάδελφον αὐτοῦ, Πριβέσθλαβον μετὰ τῶν δύο ἀδελφῶν, κἀκεῖνος τὴν ἀρχὴν διαδέχεται, ἐκεῖνοι δὲ φυγόντες εἰσέρχονται ἐν Χρωβατίᾳ. Μετὰ δὲ χρόνους τρεῖς ἐλθὼν ὁ Βράνος πρὸς τὸ πολεμῆσαι τὸν Πέτρον καὶ ἡττηθεὶς καὶ κρατηθεὶς παρ' αὐτοῦ ἐτυφλώθη. Μετὰ δὲ χρόνους δύο φυγὼν καὶ ὁ Κλονίμηρος ἀπὸ Βουλγαρίαν, ὁ πατὴρ τοῦ Τζεεσθλάβου, καταλαμβάνει καὶ αὐτὸς καὶ εἰσέρχεται εἰς ἓν τῶν κάστρων Σερβλίας, τὴν ∆οστινίκαν, μετὰ λαοῦ πρὸς τὸ παραλαβεῖν τὴν ἀρχήν. Τοῦτον οὖν πολεμήσας ὁ Πέτρος ἀπέκτεινεν, καὶ ἐκράτησεν ἕτερα ἔτη κʹ, ἄρξας ἐπὶ τῆς βασιλείας Λέοντος, τοῦ μακαριωτάτου καὶ ἁγίου βασιλέως, ἔχων ὑποταγὴν καὶ δούλωσιν πρὸς αὐτόν. Εἰρήνευσεν δὲ καὶ μετὰ Συμεών, τοῦ ἄρχοντος