1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

31

μου, καὶ ἦσαν παροργίζοντές με ἀφ' ἧς ἡμέρας ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐκ γῆς Aἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης». «Καί γε αἷμα ἀθῶον ἐξέχεεν Μανασσῆς πολὺ σφόδρα, ἕως οὗ ἐπλήρωσεν τὴν Ἱερουσαλὴμ στόμα ἐπὶ στόματι, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐξήμαρτεν τὸν Ἰούδαν ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου. Καὶ ἤγαγεν Κύριος ἐπ' αὐτὸν τοὺς ἄρχοντας τῆς δυνάμεως τοῦ βασιλέως Ἀσούρ, καὶ κατελάβοντο τὸν Μανασσῆν ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς καὶ ἤγαγον αὐτὸν εἰς Βαβυλῶνα.» Καὶ ἦν δεδεμένος καὶ κατασεσιδηρωμένος ὅλος ἐν οἴκῳ φυλακῆς, καὶ ἐδίδοτο αὐτῷ ἐκ πιτύρων ἄρτος ἐν σταθμῷ βραχὺς καὶ ὕδωρ σὺν ὄξει ὀλίγον ἐν μέτρῳ, ὥστε ζῆν αὐτόν, καὶ ἦν συνεχόμενος καὶ ὀδυνώμενος σφόδρα. Καὶ ὡς βιαίως ἐθλίβη, ἐζήτησεν τὸ πρόσωπον Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ τῶν πατέρων αὐτοῦ, καὶ προσηύξατο πρὸς Κύριον τὸν Θεὸν λέγων· «Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν, ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου, ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμε νος αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου· ὅτι σὺ εἶ Κύριος μακρόθυμος, εὔσπλαγχνος καὶ πολυέλεος, μετανοῶν ἐπὶ ταῖς κακίαις τῶν ἀνθρώπων· ὅτι σύ, ὁ Θεός, κατὰ τὴν χρηστότητα τῆς ἀγαθωσύνης σου ἐπηγγείλω μετανοίας ἄφεσιν τοῖς ἡμαρτηκόσιν, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν σου ὥρισας μετάνοιαν ἁμαρτωλοῖς εἰς σωτηρίαν. Σὺ οὖν, Κύριε ὁ Θεὸς τῶν δικαίων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσιν σοι, ἀλλ' ἔθου μετάνοιαν ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ, διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης. Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, ἐπλήθυναν αἱ ἀνομίαι μου, καὶ οὐκέτι εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου, κατακαμπτόμενος πολλῷ δεσμῷ σιδηρῷ, διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα.