λαβόντες ἀπὸ τοῦ νοητοῦ ∆αβὶδ, ἤτοι τοῦ κατὰ τὸ πνεῦμα νόμου, τοὺς ἀνωτέρω διαληφθέντας υἱοὺς καὶ υἱωνοὺς τοῦ 77.1257 Σαοὺλ ἀποκτείνωσιν· τότε πάντως ἐξαφανίζεται ἐκ παντὸς ὁρίου Ἰσραὴλ, τοῦτ' ἔστιν, ἐκ παντὸς λόγου τε καὶ τρόπου πνευματικῆς θεωρίας, ὁ σωματικὸς νοῦς τοῦ Μωσαϊκοῦ νόμου, καὶ ἡ κατὰ τὸ γράμμα, κατὰ τὴν αἴσθησιν ἐκδοχή. Καὶ ἔλαβε, φησὶ, Ῥεσφὰ τὸν σάκκον, καὶ διέστρωσεν αὐτὸν ἑαυτῇ ἐπὶ τὴν πέτραν, ἕως ἔσταξεν ἐπ' αὐτοὺς ὕδατα Θεοῦ ἐξ οὐρανοῦ. Ῥεσφὰ μὲν ἔστιν ὡς εἴρηται ἡ διὰ μόνου στόματος προφορὰ τοῦ νόμου, ἥ τις μετὰ τὴν ἀναίρεσιν τῶν ἐξ αὐτῆς παθῶν, ὡς προδιείληπται, καθάπερ σάκκον τὴν μετάνοιαν στρώννυσιν ἑαυτῇ, ἐπὶ τὴν πέτραν τῶν στεῤῥῶν δογμάτων τῆς κατὰ Χριστὸν πίστεως, ἕως καταπεμφθῶσιν αἱ τῶν θείων Γραφῶν γνώσεις ἐκ τοῦ ὕψους τῆς πνευματικῆς θεωρίας, αἱ σβεστικαὶ μὲν τῶν παθῶν, ἐξαπτικαὶ δὲ τῶν ἀρετῶν. Καὶ ἐπήκουσε, φησὶν, ὁ Θεὸς τῇ γῇ. Μετὰ ταῦτα ἐπήκουσεν αὐτῇ, δεομένῃ τῆς ἄνωθεν ῥοπῆς, καὶ τρόπον τινὰ δυσωπούσῃ διὰ τοῦ ἀκόσμου σχήματος. Γῆ μὲν οὖν ἡ καρδία τοῦ μετανοοῦντος, ὄμβροι δὲ, αἱ τῶν δακρύων ἐπιῤῥοαί. Εὐθηνία δὲ καρπῶν ἡ χορηγία τῶν πνευματικῶν χαρισμάτων. Καὶ σῖτος μὲν ὁ διὰ πράξεως στηριγμὸς τῆς ψυχῆς. Οἶνος δὲ ἡ διὰ θεωρίας εὐφροσύνη τοῦ νοῦ. Ἔλαιον δὲ ἡ δι' ἀμφοτέρων ἱλαρότης καὶ κατάστασις, καὶ ὁ διὰ τοῦ ἁγίου Πνεύματος φωτισμός. Καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ πρωῒ ἕως ὥρας ἀρίστου. Ἀπὸ πρωῒ γὰρ, τοῦτ' ἔστιν, ἐκ τοῦ πρώτου καιροῦ τῆς ἀνθρωπίνης ζωῆς, ὁ θάνατος διὰ τὴν ἁμαρτίαν κατενεμήθη τοὺς ἀνθρώπους ἕως ὥρας ἀρίστου, τοῦτ' ἔστιν, ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Χριστοῦ. Οὗτος γάρ ἐστιν ἄριστος ὡς ἄρτος τῆς ζωῆς, καὶ ὡς τρέφων καὶ ποτίζων ἡμᾶς τῷ ἀχράντῳ αὐτοῦ σώματι, καὶ τῷ τιμίῳ αἵματι. Καὶ εἶπε ∆αβίδ· Ἰδοὺ ἐγὼ ἡμάρτηκα, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ, Κύριε. Χριστὸς γὰρ ὁ νέος ∆αβὶδ, ὁ ποιμὴν ὁ καλὸς, εἰς ἑαυτὸν τὰς ἁμαρτίας ἡμῶν ἀναδεξάμενος, ἔθηκε τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Καὶ ἐξέτεινεν ὁ ἄγγελος τὴν χεῖρα αὐτοῦ, φησὶν, εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. Καὶ παρεκλήθη Κύριος καὶ εἶπεν, Ἱκανὸν νῦν, ἄνες τὴν χεῖρά σου. Ἱερουσαλὴμ γὰρ ἡ Ἐκκλησία τῶν πιστῶν ὑπὲρ ἧς ὁ Χριστὸς ἀποθανὼν, καὶ παράκλητος ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα γενόμενος, ἔστησε τὴν θανατηφόρον χεῖρα τοῦ ὀλοθρεύοντος. Ἀναστὰς γὰρ ἐκ νεκρῶν κατήργησε τὸν θάνατον, καὶ ἀπαρχὴ ἀθανασίας τοῖς οἰκήτορσι τῆς Ἐκκλησίας ἐγένετο. Εἶτα κατὰ θείαν ὑπόμνησιν ὁ ∆αβὶδ ἔνθα τὸν ὀλοθρευτὴν ἄγγελον εἶδεν, ἑστήκει διαπήξας θυσιαστήριον, ὁλοκαυτώματα καὶ εἰρηνικὰ ἀνήνεγκε τῷ Θεῷ. Ἵστατο μὲν γὰρ ἐκεῖνος παρὰ τὴν ἅλω τοῦ Ὀρνᾶ. Ἅλως δὲ ἡ Ἐκκλησία τῶν εὐσεβῶν, εἰς ἣν ἀσταχύων δίκην 77.1260 συγκομίζονται οἱ θεριζόμενοι διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀπὸ τῆς πλάνης καὶ ἀπιστίας, Ἣν ἅλωνα ἐπρίατο νʹ σίκλων. Καὶ γὰρ ὁ Χριστὸς ἐπρίατο τὴν Ἐκκλησίαν πολλοῦ τιμήματος· τοῦ ἰδίου γὰρ αἵματος πηξάμενος θυσιαστήριον, ἐν αὐτῇ, λέγω δὴ τὰ ἐν πάσαις ταῖς κατὰ τόπον ἐκκλησίαις θυσιαστήρια, ἔθυσε δύο βόας, δι' ὧν ὅ τε ἐκ περιτομῆς πιστεύων λαὸς καὶ ὁ ἐξ ἀκροβυστίας ὑποσημαίνονται. Βόες μὲν ὡς ὑπὸ ζυγὸν τοῦ Εὐαγγελίου γεγονότες· θυσιαζόμενοι ὡς θύοντες ἑαυτοὺς, διὰ τοῦ σφαγιάζειν τὰ πάθη. καὶ ἀναλίσκειν αὐτὰ τῷ πυρὶ τοῦ ἁγίου Πνεύματος. Θυσίαι δὲ καὶ εἰρηνικὰ αὐτὸς πάλιν ὁ Χριστὸς διὸ τῆς μυστικῆς καὶ ἀναιμάκτου θυσίας ἑκάστου θυόμενος, καὶ εἰρήνην τοῖς ἐκπεπολεμωμένοις τῷ Θεῷ δωρούμενος, καὶ ἀποκαταλλάττων ἡμᾶς. ΤΗΣ ΤΡΙΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. Εἰς τὸν Ἠλίαν, καὶ εἰς τὴν Σαραφθίαν. Πᾶσα ψυχὴ χηρεύουσα ἀρετῆς καὶ