Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. Ἰδοὺ γάρ, ἰδοὺ σαφῶς καὶ μάλα, τὴν εἰκόνα τοῦ ἀοράτου Θεοῦ, τὸν πρωτότοκον πάσης κτίσεως, ὁρατῆς τε καὶ ἀοράτου, δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα, κεφαλὴν δεδόσθαι τῇ Ἐκκλησίᾳ φησίν, εἶναι δὲ καὶ ἐκ νεκρῶν πρωτότοκον. Οἰκειοῦται γάρ, ὡς ἔφην, τὰ τῆς ἑαυτοῦ σαρκός, καὶ Ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας. Οὐ γὰρ ἄνθρωπον ἁπλῶς, συναφείᾳ τῇ πρὸς αὐτὸν οὐκ οἶδ' ὅπως τετιμημένον, ὑπὲρ ἡμῶν δεδόσθαι φαμέν, ἀλλ' ἔστιν αὐτὸς ὁ τῆς δόξης Κύριος ὁ ἐσταυρωμένος. Εἰ γὰρ ἔγνωσαν, φησίν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Πέπονθε δὲ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν σαρκί, κατὰ τὰς Γραφάς, Ὁ κατὰ σάρκα ἐξ Ἰουδαίων, ὁ ὢν ἐπὶ πάντας Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Γέγραφε γὰρ ὡδὶ κῆρυξ καὶ ἀπόστολος ὢν καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν ὁ ἱερώτατος Παῦλος. Φράζε δέ μοι κἀκεῖνο πρὸς τούτοις, πῶς ἂν συνεῖεν τὸ εἰρημένον ὑπὸ Χριστοῦ πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκα· Ὑμεῖς προσκυνεῖτε ὁ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὁ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί. Καίτοι σέσωκεν ἡμᾶς οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κυρίος, οὐκ ἀλλοτρίῳ θανάτῳ, καὶ ἀνθρώπου κοινοῦ μεσιτεύοντος, ἀλλ' αἵματι τῷ ἰδίῳ. Ταύτῃτοι, καὶ μάλα εἰκότως, ὁ πάνσοφος ἔφη Παῦλος· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς <καινῆς> διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας ἐν ᾧ ἡγιάσθη; Ἀλλ' εἴπερ ἐστὶν οὐκ ἐνανθρωπήσαντος μᾶλλον τοῦ κατὰ ἀλήθειαν Υἱοῦ τὸ τίμιον αἷμα, νόθου δέ τινος παρ' 766 αὐτὸν ἑτέρου, καὶ χάριτι τὴν υἱοθεσίαν ἔχοντος, πῶς οὐ κοινὸν εἶναί φασιν αὐτόν; Οὐκοῦν, κἂν εἰ λέγοιτο παθεῖν σαρκί, τηρεῖται καὶ οὕτω τὸ ἀπαθὲς αὐτῷ καθὸ νοεῖται Θεός. Τοιγάρτοι φησὶ καὶ ὁ θεσπέσιος Πέτρος· Ὅτι Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν περὶ ἡμῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ Θεῷ, θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι. Ἀνθότου γάρ, φαίη ἂν οἶμαί τις, οὐχ ἁπλῶς ἢ ἀδιορίστως ἔφη παθεῖν αὐτὸν ὁ πνευματοφόρος, προσεπήνεγκε δὲ τῇ σαρκί; Ἤδει γάρ, ᾔδει περὶ Θεοῦ λέγων. Τοιγάρτοι τὸ ἀπαθὲς προσνενέμηκεν αὐτῷ καθὸ νοεῖται Θεός, εὐτεχνέστατα προσενεγκὼν τῇ σαρκί, περὶ ἣν ἂν γένοιτο τὸ παθεῖν. {Β} Ἀλλ' ἐοικέναι φασὶ τερατολογίᾳ, καὶ ἀπονεῦσαι λίαν εἰς τὸ ἀπιθάνως ἔχον τὸ χρῆναι λέγειν τὸν αὐτὸν καὶ παθεῖν καὶ μὴ παθεῖν. Ἢ γὰρ ὅλως οὐ πέπονθεν ὡς Θεός, ἤ, εἰ πεπονθέναι λέγεται, πῶς ἂν εἴη Θεός; Οὐκοῦν, ὁ παθὼν νοοῖτ' ἂν μόνος ὁ ἐκ σπέρματος τοῦ ∆αυείδ. {Α} Καίτοι πῶς οὐκ ἀδρανοῦς διανοίας ἔλεγχος εἴη ἄν, καὶ μάλα σαφής, τὸ ταυτὶ δὴ φάναι, καὶ μὴν καὶ ἑλέσθαι φρονεῖν; Οὐ γὰρ κοινὸν ἄνθρωπον δέδωκεν ὑπὲρ ἡμῶν ὁ Θεὸς καὶ Πατήρ, ὡς ἐν μεσίτου τάξει παρειλημμένον, καὶ κατάπλαστον ἔχοντα τὴν τῆς υἱότητος δόξαν, καὶ σχετικῇ συναφείᾳ τετιμημένον, ἀλλ' ἐν εἴδει τῷ καθ' ἡμᾶς δι' ἡμᾶς γεγονότα τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα Λόγον, ἵνα καὶ ὁρῷτο τῆς ἁπάντων ζωῆς ἀντάξιος. Ἔστι δέ, οἶμαι, τῶν λίαν ἐκτοπωτάτων, σαρκὸς κατὰ τὰς Γραφὰς γεγονότος, ὡς ἔφην, τοῦ Μονογενοῦς, καὶ οὐκ ἀπαξιώσαντος τὴν οἰκονομίαν, μονονουχὶ καὶ ἐπιτιμᾶν αὐτῷ ὡς τῇ ἰδίᾳ δόξῃ μεμαχημένῳ, καὶ σαρκὶ παθεῖν παρὰ τὸ εἰκὸς ἑλομένῳ. Ἀλλ' ἦν, ὦ γενναῖε, τὸ χρῆμα σωτήριον τῷ κόσμῳ παντί. Ἐπειδὴ δὲ ἠθέλησε διὰ τοῦτο παθεῖν ὁ πέρα τοῦ δύνασθαι παθεῖν, διά τοι τὸ εἶναι φύσει Θεός, τὴν τοῦ παθεῖν δεκτικὴν ἠμπέσχετο σάρκα, καὶ ἰδίαν ἀπέφηνεν αὐτήν, ἵνα καὶ αὐτοῦ λέγοιτο τὸ παθεῖν, ὅτι μὴ τὸ ἑτέρου τινός, ἀλλὰ τὸ αὐτοῦ πέπονθε σῶμα. Οὐκοῦν,