1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

31

συνεργούσης αὐτοῖς δυνάμεως θείας ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκήρυσσον τὴν εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πίστιν· περὶ οὗ μετὰ τὴν πρόρρησιν τοῦ τῶν ἀποστόλων αὐτοῦ κηρύγματος ἑξῆς ὁ λόγος διδάσκει, ὡς ἄρα ἐν τῷ ἡλίῳ ἔθετο τὸ 82 σκήνωμα αὐτοῦ· ἡλίου νοουμένου τῆς θεότητος, εἰς ἣν τὴν ἑαυτοῦ μονὴν καὶ τὴν οἱονεὶ κατασκήνωσιν ἔθετο, ἢ καὶ ὅπερ ἐκ τῆς παρθένου ἔλαβεν σῶμα, ὅπερ ἦν ὡσπερεὶ σκήνωμα τῆς ἐν αὐτῷ καταμενούσης θείας δυνάμεως· οὗτος δὲ καὶ ὥσπερ νύμφιος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἡγαλλιάσατο ὡς γίγας δραμεῖν ὁδόν· οἷα γάρ τις νύμφιος διὰ τὴν αὐτοῦ νύμφην τὴν ἐκκλησίαν ἐκ τῶν πατρικῶν διαναστὰς κόλπων, καὶ ὁποῖά τις γίγας ἀνδρεῖος καὶ ἰσχυρὸς τὸν ἀγῶνα τὸν προκείμενον αὐτῷ διαθλήσας, νικήσας τε καὶ καταγωνισάμενος τοὺς ἀντιπάλους, ἠγαλλιάσατο τὴν αὐτοῦ σύζυγόν τε καὶ νύμφην ἀπολαβών· γεγένηται δὲ αὐτοῦ καὶ ἡ ἔξοδος ἀπ' ἄκρου τοῦ οὐρανοῦ· καὶ πάλιν, τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου αὐτοῦ· ἐπεὶ μὴ δ' εἷς ἄλλος ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου· καὶ πάλιν, ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, κατὰ τὸν ἱερὸν ἀπόστολον· ἀλλὰ καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ· περὶ ἧς καὶ αὐτὸς εἶπεν τὸ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; Εὐχερῶς δ' ἄν τις ἑαυτῷ τούτοις ἀναλόγως ἐξεργάσεται τὰ κατὰ τὸν τόπον. Ψ. Ψαλμοῦ ιθʹ. -ΙΑʹ. Τὸ ἐν τῷ ἐννεακαιδεκάτῳ ψαλμῷ λεγόμενον, Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ, ἐμφαίνει πῶς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ἐκ τοῦ θανάτου σωτηρίαν· αὐτῷ γὰρ εἴρηται καὶ τὸ, Ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου· καὶ ὅλα δὲ τὰ κατὰ τὸν 83 τόπον ἐφαρμοσθείη ἂν αὐτῷ τῆς προσηκούσης τυχόντα ἐξηγήσεως. Ψ. Ψαλμοῦ κʹ. -ΙΒʹ. Τὸ μὲν Κύριε ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ τὰ ἑξῆς, εἴποι ἄν τις ἐπὶ τὸν ∆αυὶδ ἀναφέρεσθαι δύνασθαι· τό γε μὴν ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰῶνος, οὐκέτι τῷ ∆αυὶδ ἁρμόζει διὰ τὸ καὶ τὴν τελευτὴν αὐτοῦ ἐμφαίνεσθαι καὶ τὸν χρόνον τῆς ζωῆς αὐτοῦ, ἧς οὐ πολὺν χρόνον ἐτῶν περιωρίσθαι. Εἴη ἂν οὖν ὁ Χριστὸς ὁ βασιλεὺς ὑπὸ τοῦ Πατρὸς βασιλεύειν ἐπὶ Σιὼν ὄρος τὸ ἐπουράνιον καταστάς· ὃς καὶ ζωὴν ᾐτήσατο τὸν Πατέρα οὐχὶ ἑαυτῷ, αὐτὸς γὰρ ἦν ἡ ζωὴ, ἀλλὰ πᾶσι τοῖς εἰς αὐτὸν πιστεύσουσιν· καὶ ἔδωκεν αὐτῷ ὡς πάντας δύνασθαι τοὺς εἰς αὐτὸν πιστεύσαντας μεταβαίνειν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ εἰς μακρότητα τῶν παρὰ Θεῷ ἡμερῶν, αἳ εἰσὶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰῶνος· καὶ τὰ λοιπὰ δὲ τὰ ἐν τῷ ψαλμῷ ὡς περὶ τῆς τοῦ βασιλέως δόξης λεγόμενα, οὐ μικρὰ ὄντα, ἁρμόττοι ἂν τῷ Χριστῷ μᾶλλον ἢ τῷ ∆αυὶδ τῆς ἀξίας τυχόντα σαφηνείας. Ψ. Ψαλμοῦ καʹ. -ΙΓʹ. Σαφῶς ἀνωμολόγηται παρὰ πᾶσι τοῖς ὑγιῶς εἰς Χριστὸν πεπιστευκόσιν, ὡς ἡ καταρχὴ τοῦ μετὰ χεῖρας ψαλμοῦ τοῦτον ἔχουσα τὸν τρόπον, Ὁ Θεός μου, ὁ Θεός μου, πρόσχες μοι, ἵνατι ἐγκατέλιπές με; ὑπ' 84 αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους εἴρηται· τοῦτο γὰρ ἐδήλου καὶ ἡ ἐπὶ τοῦ σταυροῦ φωνὴ ἡ, ἐλωεὶ ἐλωεὶ λαμὰ σαβαχθανεῖ. Ἀλλὰ γὰρ πρὶν ἀρξώμεθα ἐν τῷ ψαλμῷ προφητείαν ὡς ἐπ' αὐτὸν μεταλαμβάνειν, πευσόμεθα τῶν τὴν περιτομὴν αὐχούντων, τίς ἂν εἴη ὁ φάσκων τὰ ἐν τῷ ψαλμῷ· οὐχ ὁ τυχὼν γάρ τις εἶναι φαίνεται τά τε ἄλλα καὶ ταῦτα λέγων, ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ· καὶ ἐπιφέρων διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· οὐκ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου· παρὰ σοῦ ὁ ἔπαινός μου, ἐν ἐκκλησίᾳ μεγάλῃ ἐξομολογήσομαι σοι· τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. Ἐπὶ τούτοις δὲ καὶ τὰ ἄλλα τὰ ἐν τῷ Ψαλμῷ λεγέτωσαν, εἰ ἔχοιεν τινὶ τῶν ἁγίων ἀνδρῶν ἐφαρμόζειν· τίνα γὰρ τοιοῦτον γενόμενον οἷον προδιέγραψεν ὁ λόγος, πάντες οἱ θεωροῦντές με