ἐγρηγορέναι· ἀλλ' ἴσως ὥσπερ ἡ δορκὰς ἐν τῷ καθεύδειν ἀνεωγμένους ἔχει τοὺς ὀφθαλμοὺς, τὸν αὐτὸν τρόπον καὶ ὁ λέων ἐν τῷ καθεύδειν ἀνεωγμένους ἔχει τοὺς ὀφθαλμοὺς, ἐπειδὴ τῶν ὀφθαλμῶν μεγάλων ὄντων τὸ δέρας τὸ ἐπικείμενον ἐν τοῖς ὀφθαλμοῖς μικρότερόν ἐστιν, καὶ οὐ δύναται ἐκσπᾶσαι αὐτούς. 9Λάρισα9: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ισα, μὴ ὄντα ἀπὸ ῥημάτων ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ ι γράφεται· οἷον, σάρισα· ἔστιν εἶδος ἀκοντίου μικροῦ· Πῖσα· ἔστιν δὲ πόλις· οὕτω καὶ Λάρισα. 9Λακινία9: ∆ιὰ τοῦ ι τὸ κι, καὶ τὸ νι· τὰ ἀμφιβαλλόμενα· καὶ ἄλλως ἀπὸ τοῦ Λακῖνος. 9Λακῖνοσ9: ι· καὶ προπερισπᾶται· τὰ γὰρ διὰ τοῦ ινος ὀνό ματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, καὶ προπερισπῶνται, καὶ διὰ τοῦ ι γράφεται, καὶ μακρὸν ἔχουσι τὸ ι· χωρὶς τοῦ Καρκίνος· τοῦτο γὰρ βραχὺ ἔχει τὸ ι. 9Λιμβός· Λιμβάνω9: ∆ιὰ τοῦ ι κατὰ παράδοσιν. 9Λυκῖνος· Λεοντῖνοσ9: Τῷ κανόνι τοῦ Λακῖνος. 9Λίψ9: Σημαίνει δὲ καὶ ἄνεμον, καὶ τὴν ἧτταν, παρὰ τὸ λείπω, λείψω· ἢ παρὰ τὸ λείβω, λείψω· διὰ τοῦ ι δέ· τὰ γὰρ εἰς ψ λήγοντα πᾶσαν δίφθογγον ἀποστρέφονται. 9Λοχίτησ9: Τὰ διὰ τοῦ ιτης διὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὸν ἐνεδρεύοντα. 9Λιταργόν9: Σημαίνει δὲ τὸν ταχὺν, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ λίαν ἀργὸν γέγονεν ταχύ. 9Λαγνεῖα9: Ἐκ τοῦ λαγνεύω. 9Λεικνόν9: ∆ιφορεῖται· καὶ γὰρ διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ, γράφεται· ἢ ἐκ τοῦ λίαν γέγονεν κατὰ μετάθεσιν τοῦ μ εἰς ν λίκνον, παρὰ τὸ λίαν κάμνειν. 9Λακέρεια9: ει δίφθογγος· τῷ κανόνι τῶν διὰ τοῦ εια προ παροξυτόνων· ἔστιν δὲ ὄνομα πόλεως. 9Λάχεια9: Σημαίνει δὲ τὴν καλῶς ἐσκαμμένην γῆν· διὰ 237 τῆς ει διφθόγγου, τῷ λόγῳ διὰ τοῦ εια ἀπὸ ἐνεστώτων προ παροξυτόνων· οἷον, κρατῶ, κράτεια· λαχῶ, λάχεια· ἐνεργῶ, ἐνέργεια. 9Λειτουργεῖν9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ὑπηρε τεῖν· τὸ λι ι· τὸ Λίητον δέ ἐστι τὸ δῆμος· ἀπὸ τοῦ οὖν ἔργον καὶ τὸ λήϊτον γέγονεν ληιτουργεῖν, καὶ κατὰ συστολὴν τοῦ η εἰς τὸ ε, λεϊτουργεῖν, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, λειτουργεῖν. 9Λογεῖον9: Σημαίνει δὲ εἶδος κρατῆρος· σημαίνει δὲ καὶ τὸν τόπον τοῦ θεάτρου, διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ω ῥημάτων διὰ τοῦ ειον γινόμενα, καὶ προπερισπᾶ ται, καὶ διὰ τῆς ει διφθόγγου γράφεται· ᾄδω, ᾠδεῖον· κείρω, κουρεῖον· σκάπτω, σκαφεῖον· ἄγω, ἀγγεῖον· οὕτως καὶ λέγω, λογεῖον. 9Λέκιθοσ9: Σημαίνει δὲ τὸν κρόκον τοῦ ὠοῦ· διὰ τοῦ ι γρά φεται τὸ κι. 9Λείοδησ9: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ τὸ λεῖον γὰρ, ὅπερ διὰ τῆς ει διφθόγγου γρά φεται. 9Λαύρειον9: Ἔστιν δὲ τόπος τῆς Ἀττικῆς ποιῶν μέταλλον, διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ διὰ τοῦ ειον τρισύλ λαβα ἰδιάζοντα, καὶ προπαροξύνονται, καὶ διὰ τῆς ει διφθόγγου γράφεται. 9Λύκειον9: Ἔστιν δὲ τόπος τῆς Θετταλίας, ἔνθα λίκος ἐπιὼν τοῖς τοῦ Πηλέως βουσὶν ἀπελιθώθη. 9Λάγειον9: Οὕτως δὲ λέγεται τὸ ἱπποδρόμιον Ἀλεξανδρείας ἀπὸ Λάγου τινός· διὰ τῆς ει διφθόγγου γράφεται, τῷ λόγῳ τοῦ Λαύρειον. 9Λειόβατοσ9: Παρὰ τὸ λεῖον· ἔστιν δὲ εἶδος ἰχθύος. 9Λειρία9: Παρὰ τὸ λεῖον, λείϊον, καὶ προσθέσει τοῦ ρ λείριον. 9Λαγνεῖα9: ∆εῖ γινώσκειν ὅτι τὸ λαγνεῖα διὰ τῆς ει δι φθόγγου γράφεται· τὰ γὰρ εἰς της ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, τὸ θηλυκὸν διὰ τῆς ει διφθόγγου γράφεται· 238 οἷον, ληστὴς, ληστεύω, ληστεῖα· ἱκέτης, ἱκετεύω, ἱκετεῖα· πολίτης, πολιτεύω, πολιτεῖα· λάγνος, λαγνεύω, λαγνεῖα. 9Λείψανον9: ∆ιὰ τῆς ει διφθόγγου γράφεται· ἢ παρὰ τὸ λείβω, λείψω γίνεται, καὶ γὰρ ἔσπενδον ἐπὶ τῶν τεθνεότων· ἢ παρὰ τὸ λείπω, λείψω· λείφανα γάρ εἰσιν τὰ ἐγκαταλίμ ματα. 9Λείχω9: ∆ιὰ τῆς ει διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτῷ τραπεζολοιχός. 9Λειχή9: ∆ίφθογγος τὸ λει· ἢ γὰρ παρὰ τὸ λείχω γέγονεν, καὶ γάρ φασιν ὅτι ἐκ τοῦ λείχειν τὸ πάθος ἐπαίρεται· ἢ παρὰ τὸ λεῖον κατὰ ἀντίφρασιν· οἷον, τὸ μὴ ὂν λεῖον. 9Λιτόσ9: ι κατὰ παράδοσιν· καὶ πάλιν τὰ διὰ τοῦ ιτος ἀπο στρεφόμενα τὴν ει δίφθογγον γράφεται· οἷον, σῖτος· Ἐπαφρό διτος· οὕτως καὶ λῖτος διὰ τοῦ ι· τὸ δὲ λιτὸς σημαίνει τὸν εὐ τελῆ καὶ ἄποικον χιτῶνα. 9Λεῖοσ9: ∆ιὰ τῆς ει