ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
ἐκεῖσε ἦλθε καὶ ἔπεσεν εἰς τὸ Μουχλίν, ὃ δὴ καὶ δέδωκε πρὸς αὐτὸν ὁ καλὸς κἀγα θὸς Ἀσάνης ∆ημήτριος. 38.2 Τὸν Ἰούλιον τοῦ αὐτοῦ ἔτους καὶ ἀπ' ἐκεῖ πάλιν ἐπιστρέψας ὁ ἀμηρᾶς ἦλθε καὶ ἔπεσεν εἰς τὴν Κόρινθον, ἣν δὴ καὶ δεδώκασι πρὸς αὐτὸν οἱ γενναῖοι ἄρχοντες ὁ Ἀσάνης Ματθαῖος καὶ ὁ Λουκάνης Νικη φόρος ἐν μηνὶ Αὐγούστῳ -ῃ, ὧν ὁ μὲν εἷς ἦν κεφαλὴ εἰς αὐτήν, ὡς μὴ ὤφελεν, ὁ δὲ Ἀσάνης δραμὼν ἦλθεν εἰς αὐτὴν πρότερον, ἵνα ἢ καλ λίω φυλαχθῇ ἢ συντομωτέρως δοθῇ, οὐκ οἶδα, εἰ καὶ δῆλον ἐκ τῶν πραγ μάτων. 38.3 ∆εδωκότες οὖν τὴν κεφαλὴν τοῦ σώματος τοῦ Μορέως τὴν Κό ρινθον, τάχα καὶ ὁρκωμοτικὰ ἀγάπης πεποιήκασι, καὶ οὕτως ὅτι καὶ ὁ δεσπότης κὺρ Θωμᾶς τὴν Πάτραν δώσῃ μετὰ τῆς περιοχῆς αὐτῆς, ἔτι δὲ καὶ τὰ Καλάβρυτα καὶ τὸ Γρεβενὸν καὶ ἁπλῶς πάντα, ὅσα ὁ μακαρίτης βασιλεὺς κὺρ Κωνσταντῖνος δεσπότης ὢν καὶ εἰς τὸν Μορέαν εὑρισκό μενος εἶχεν. 38.4 Ἅπερ δὴ ἀκούσας ὁ αὐθέντης καὶ κύριος αὐτῶν, ἦν γὰρ εὑρι σκόμενος εἰς τὴν Μαντίνειαν πανοικί, δραμὼν εἰς τὰ περὶ τῆς Τρί πης βουνά, ἔνθα δὴ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἦν καὶ οἱ ῥηθέντες καταστάται τῶν τοιούτων ἀξιεπαίνων ἔργων ἦλθον, οὐ βουλευσάμενος οὐδ' ἀναβο λὴν τὴν οἱανοῦν ποιήσας, ἀλλὰ πέμψας τὸν αὑτοῦ ὄντως μέγαν πριμική ριον τὸν Λάζαρον, πάντα τῷ ἀμηρᾶ παραδέδωκεν ὡς λάχανα κήπου. Τὴν αὐτὴν σχεδὸν ἡμέραν καὶ ὁ ἀμηρᾶς, ἐπεὶ ἦν ἀναγκαζόμενος ἐξελθεῖν διά τινα αἴτια, καταλείψας Ἀμάρην, τὸν τοῦ Τουραχάνη υἱόν, ἵνα αὐτὰ λά βῃ, ἐξῆλθε τοῦ Μορέως. 38.5 Τὸν δ' Ὀκτώβριον τοῦ ξζ-ου ἔτους ἀποκρισιάρην ὁ ἀμηρᾶς ἐστείλην εἰς τὸν δεσπότην κὺρ ∆ημήτριον, ἵνα τὴν θυγατέραν αὑτοῦ εἰς γυναῖκαν πέμψῃ αὐτῷ δὴ τῷ ἀμηρᾷ· εἰ δ' οὖν, μάχη μέσον αὐτῶν ἔσται. 38.6 Ὃς δὴ ἀποκρισιάρης καὶ εἰς τὸν δεσπότην κὺρ Θωμᾶν ἐλθών, εἰς τὸν Ποντικὸν εὑρισκόμενον, ὅρκους αὐτοῦ ἀπῆρεν ἀγάπης καὶ τὰ μὴ φθάσαντα δοθῆναι κάστρη εἰς τὸν αὐθέντην αὐτοῦ καὶ ἀπῆλθεν.
39.1 Τὸν δὲ Ἰαννουάριον μῆνα τοῦ αὐτοῦ ἔτους καὶ ὁ καλὸς κἀγαθὸς Λουκάνης Νικηφόρος, ἢ μᾶλλον Μορεοφθόρος, καὶ τῶν πρώ των καὶ πιστῶν ἀρχόντων τοῦ δεσπότου κὺρ ∆ημητρίου λογιζόμενος, καί τινες ἄλλοι Ἀλβανιτῶν καὶ Μοραϊτῶν, οὓς καὶ αὐτὸς πλέον τὸ εἰς κακίαν ἐκείνων πρόχειρον ᾠκονόμησεν, ἔπεισαν τὸν δεσπότην κὺρ Θωμᾶν, ἵνα καὶ κατὰ τοῦ ἀμηρᾶ καὶ κατὰ τοῦ ἀδελφοῦ αὑτοῦ ἐπανάστασιν ποιήσῃ καὶ φάγῃ τοὺς ὅρκους ὡς λάχανα, οὓς πρὸ ὀλίγου μετ' αὐτοὺς ἐποίησεν· καὶ ταύτα, τοῦ ἄλλου ἀγαθοῦ ἀνδρὸς Ἀσάνη Ματθαίου πρὸ ὀλίγου ἀπελ θόντος καὶ ὄντος εἰς τὸν ἀμηρᾶν ἀποκρισιαρίου διὰ τὴν δουλείαν δῆθεν τοῦ συνοικεσίου τῆς ἀνεψιᾶς αὐτοῦ. 39.2 Ἐξελθόντος οὖν τοῦ δεσπότου κυροῦ Θωμᾶ εἰς τὰς ἀρχὰς τοῦ Φευρουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπὸ τὴν Ἀρκαδίαν καὶ ἑνωθέντος μετὰ τῶν ἐργαζομένων τὰ κατ' αὐτοῦ ἢ καὶ τὰ κατ' αὐτῶν, ὡς ὁ λόγος προιὼν δηλώσει, ἀπῆραν ἀπὸ μὲν τοὺς Τούρκους τὰ Καλάβρυτα καὶ μό νων ἐκ τῶν κάστρων, ὧν ἐθαῤῥοῦσαν λαβεῖν, ἐξ ὧν ἐκρατοῦσαν οἱ Τοῦρ κοι, ἀπὸ δὲ τοῦ τόπου τοῦ δεσπότου κυροῦ ∆ημητρίου, ἅπερ αὐτοὶ οἱ ἐρ γάται τῶν κακῶν ἐκρατοῦσαν ὡς κεφαλατίκια, ἤγουν Καρύταιναν, Βορδό νιαν, Καστρίτζαν καὶ ἕτερά τινα· καὶ οὕτως, ἵνα πάλιν ἔχωσιν αὐτοὶ ταῦτα ὡς αὐθένται αὐτῶν, οὐχ ὡς κεφαλάδες. 39.3 Ἐκατόρθωσαν δὲ οὐδὲν ἄλλο οἱ φρόνιμοι καὶ πρακτικοὶ καὶ γεν ναῖοι ἄρχοντες, ἢ μόνον ὅτι ἀπῆραν κατ' αὐτῶν θεὸν τὸν τοῦ παντὸς ποιητήν, αὐθέντην ἐπὶ γῆς ἰσχυρότερον καὶ ἀδελφὸν καὶ αὐθέντην ἐντὸς τοῦ τόπου, οὐκ ἐνθυμηθέντες οἱ ἄθλιοι οὔτε τοῦ ἀψευδοῦς τὸ λόγιον, ὅτι πᾶσα οἰκία μερισθεῖσα καθ' ἑαυτὴν ἐρημοῦται οὔτε τὸν παροιμιώδη λό γον τὸν πρὸς τοὺς δύο οὐδ' Ἡρακλῆς, ἀλλ' ἐπανέστησαν καὶ πρὸς τρεῖς καὶ τοιούτους. 39.4 Καὶ τούτων οὕτως προβάντων, πρῶτον μὲν θεὸς παρεῖδεν αὐτοὺς καὶ τὶ ἔπραττον, οὐκ ἐγίνωσκον, ἀλλ' ὡς τοὺς ἰχθύας τοὺς μέσον τῆς σα γήνης ὄντας, οἱ ἀγνωοῦσιν, ὅτι πάντες ὁμοῦ ἕλκονται εἰς γῆν, ἐκεῖνοι δέ, ἕως τοῦτο γένηται, διώκουν καὶ διώκονται καὶ ἁλίσκονται καὶ φθεί ρονται οἱ ἐλάττονες ὑπὸ τῶν μεγαλωτέρων, οὕτω καὶ οὗτοι. 39.5 Ὁ μὲν γὰρ