31
61 Περὶ τῶν μετὰ τὸν κατακλυσμὸν Αἰγυπτίων δυναστειῶν, ὡς Εὐσέβιοσ Μετὰ νέκυας καὶ τοὺς ἡμιθέους πρώτην δυναστείαν καταριθμοῦσι βασι λέων ηʹ. ὧν πρῶτος γέγονε Μήνης, ὃς διασήμως αὐτῶν ἡγήσατο. ἀφ' οὗ τοὺς ἐξ ἑκάστου γένους βασιλεύσαντας ἀναγράψομεν ὧν ἡ διαδοχὴ τοῦτον ἔχει τὸν τρόπον. αʹ Μήνης Θενίτης καὶ οἱ τούτου ἀπόγονοι ιζʹ (ἐν ἄλλῳ δὲ ζʹ), ὃν Ἡρό δοτος Μῆνα ὠνόμασεν, ἐβασίλευσεν ἔτεσιν ξʹ. οὗτος ὑπερόριον στρα τείαν ἐποιήσατο καὶ ἔνδοξος ἐκρίθη. ὑπὸ ἵππου δὲ ἱπποποτάμου ἡρπάσθη. βʹ Ἄθωθις ὁ τούτου υἱὸς ἦρξεν ἔτεσιν κζʹ. καὶ τὰ ἐν Μέμφει βασίλεια ᾠκοδόμησεν, ἰατρικήν τε ἐξήσκησε καὶ βίβλους ἀνατομικὰς συνέγραψε. γʹ Κενκένης ὁ τούτου υἱὸς ἔτη λθʹ. δʹ Οὐενέφης ἔτη μβʹ. ἐφ' οὗ λιμὸς κατέσχε τὴν χώραν, ὃς καὶ τὰς πυραμίδας τὰς περὶ Κωχώμην ἤγειρε. εʹ Οὐσαφαὶς ἔτη κʹ. ςʹ Νιεβαὶς ἔτη κ ςʹ. ζʹ Σεμέμψης ἔτη ιηʹ. ἐφ' οὗ πολλὰ παράσημα ἐγένετο καὶ μεγίστη φθορά. ηʹ Οὐβίενθις ἔτη κ ςʹ. οἱ πάντες ἐβασίλευσαν ἔτη σνβʹ. ∆ευτέρα δυναστεία βασιλέων θʹ αʹ πρῶτος Βῶχος, ἐφ' οὗ χάσμα κατὰ Βούβαστον ἐγένετο καὶ πολλοὶ ἀπώλοντο. βʹ μεθ' ὃν καὶ βʹ Χῶος, ὅτε καὶ ὁ Ἆπις καὶ ὁ Μνεῦις, ἀλλὰ καὶ ὁ Μεν δήσιος τράγος θεοὶ ἐνομίσθησαν. 62 γʹ Βίοφις, ἐφ' οὗ ἐκρίθη καὶ τὰς γυναῖκας βασιλείας γέρας ἔχειν. καὶ μετὰ τούτους ἄλλοι τρεῖς, ἐφ' ὧν οὐδὲν παράσημον ἐγένετο. ζʹ ἐπὶ δὲ τοῦ ἑβδόμου μυθεύεται τὸν Νεῖλον μέλιτι κεκραμένον ἡμέραις ιαʹ ῥυῆναι. ηʹ Σέσωχρις ἔτη μηʹ, ὃς ὕψος εἶχε πηχῶν εʹ, πλάτος γʹ. θʹ Χενερὴς ἔτη λʹ. ὁμοῦ ἔτη τβʹ. Ὁμοῦ πρώτης καὶ δευτέρας δυναστείας μετὰ τὸν κατακλυσμὸν ἔτη φνεʹ κατὰ τὴν δευτέραν ἔκδοσιν Ἀφρικανοῦ. ηʹ μεθ' ὃν Σέσωχρις μηʹ, ὃς λέγεται γεγονέναι ὕψος ἔχων πηχῶν εʹ, παλαιστῶν γʹ τὸ μέγεθος. θʹ ἐπὶ δὲ τοῦ θʹ οὐδὲν ἀξιομνημόνευτον ὑπῆρχεν. οἳ καὶ ἐβασίλευσαν ἔτεσι ς ζζʹ. Ὁμοῦ αʹ καὶ βʹ δυναστείας ἔτη φμθʹ κατὰ τὴν ἔκδοσιν Εὐσεβίου. Τρίτη δυναστεία Μεμφιτῶν βασιλέων θʹ αʹ ὧν πρῶτος Νεχερωφὴς ἔτη κηʹ, ἐφ' οὗ Λίβυες ἀπέστησαν Αἰγυπτίων καὶ τῆς σελήνης παρὰ λόγον αὐξηθείσης διὰ δέος ἑαυτοὺς παρέδοσαν. βʹ Τόσορθρος ἔτη κθʹ. οὗτος Ἀσκληπιὸς Αἰγυπτίοις κατὰ τὴν ἰατρικὴν νενόμισται, καὶ τὴν διὰ ξεστῶν λίθων οἰκοδομίαν εὕρατο, ἀλλὰ καὶ γραφῆς ἐπεμελήθη. γʹ Τύρεις ἔτη ζʹ. δʹ Μέσωχρις ἔτη ιζʹ. εʹ Σώϋφις ἔτη ι ςʹ. ςʹ Τοσέρτασις ἔτη ιθʹ. ζʹ Ἄχης ἔτη μβʹ. ηʹ Σήφουρις λʹ. θʹ Κερφέρης ἔτη κ ςʹ. ὁμοῦ ἔτη σιδʹ. Ὁμοῦ τῶν τριῶν δυναστειῶν κατὰ Ἀφρικανὸν ἔτη ψξθʹ. 63 Τετάρτη δυναστεία Μεμφιτῶν συγγενείας ἑτέρας βασιλεῖς ηʹ αʹ Σῶρις ἔτη κθʹ. βʹ Σοῦφις ἔτη ξγʹ. ὃς τὴν μεγίστην ἤγειρε πυραμίδα, ἥν φησιν Ἡρόδοτος ὑπὸ Χέοπος γεγονέναι. οὗτος δὲ καὶ ὑπερόπτης εἰς θεοὺς ἐγένετο καὶ τὴν ἱερὰν συνέγραψε βίβλον, ἣν ὡς μέγα χρῆμα ἐν Αἰγύπτῳ γενόμενος ἐκτησάμην. γʹ Σοῦφις ἔτη ξ ςʹ. δʹ Μενχέρης ἔτη ξγʹ. εʹ Ῥατοίσης ἔτη κεʹ. ςʹ Βίχερις ἔτη κβʹ. ζʹ Σεβερχέρης ἔτη ζʹ. ηʹ Θαμφθὶς ἔτη θʹ. ὁμοῦ ἔτη σοδʹ. Ὁμοῦ τῶν δʹ δυναστειῶν τῶν μετὰ τὸν κατακλυσμὸν ἔτη αμ ςʹ κατ' Ἀφρικανόν. ηʹ μεθ' ὃν Σέσωχρις μηʹ, ὃς λέγεται γεγονέναι ὕψος ἔχων πηχῶν εʹ, παλαιστῶν γʹ τὸ μέγεθος. θʹ ἐπὶ δὲ τοῦ θʹ οὐδὲν ἀξιομνημόνευτον ὑπῆρχεν. οἳ καὶ ἐβασίλευσαν ἔτεσι ς ζζʹ. Ὁμοῦ αʹ καὶ βʹ δυναστείας ἔτη φμθʹ κατὰ τὴν ἔκδοσιν Εὐσεβίου. Τρίτη δυναστεία Μεμφιτῶν βασιλέων ηʹ αʹ Νεχέρωχις, ἐφ' οὗ Λίβυες ἀπέστησαν Αἰγυπτίων καὶ τῆς σελήνης παρὰ λόγον αὐξηθείσης διὰ δέος ἑαυτοὺς παρέδοσαν. βʹ μεθ' ὃν Σέσορθος, ὃς Ἀσκληπιὸς παρὰ Αἰγυπτίοις ἐκλήθη διὰ τὴν ἰατρικήν. οὗτος καὶ τὴν διὰ ξεστῶν λίθων οἰκοδομὴν εὕρατο, ἀλλὰ καὶ γραφῆς ἐπεμελήθη. οἱ δὲ λοιποὶ ἓξ οὐδὲν ἀξιομνημόνευτον ἔπραξαν. οἳ καὶ ἐβασίλευσαν ἔτεσιν ρ ζηʹ. Ὁμοῦ τῶν τριῶν δυναστειῶν κατὰ τὸν Εὐσέβιον ἔτη ψμζʹ. 64 Τετάρτη δυναστεία βασιλέων ιζʹ Μεμφιτῶν συγγενείας ἑτέρας βασιλείασ ὧν τρίτος Σοῦφις, ὁ τὴν μεγίστην πυραμίδα ἐγείρας, ἥν φησιν Ἡρόδοτος ὑπὸ Χέοπος γεγονέναι, ὃς καὶ ὑπερόπτης εἰς θεοὺς γέγονεν, ὡς μετανοήσαν τα αὐτὸν τὴν ἱερὰν συγγράψαι βίβλον, ἣν ὡς μέγα χρῆμα Αἰγύπτιοι πε ριέπουσι. τῶν δὲ