31
τὴν πόλιν, καὶ τῶν κρειττόνων τινὸς τὴν βασιλέως οἰηθέντων ἐπιδημίαν. ὁ μέντοι πρεσβύτερος βασιλεὺς τὸν τοῦ ἐγγόνου δρασμὸν γνωρίσας, διασέσειστο μὲν ἐπ' ὀλίγον τοὺς λογισμοὺς, εἶτ' ἀναλαβὼν ἑαυτὸν, καὶ οὐ μέγα ἔργον ἡγησάμενος τὸ τὸν ἔγγονον χειρώσασθαι, ἅτε καὶ στρατιᾶς καὶ τῆς 1.91 ἀρχῆς ἁπάσης ὑφ' αὑτῷ οὔσης, ἕνα τῶν συγκλητικῶν Μανουὴλ Τάγαριν τὸν μέγαν στρατοπεδάρχην, γένους μὲν ὡρμημένον ἐκ φαύλου καὶ ἀφανοῦς, ἀνδρίᾳ δὲ καὶ τόλμῃ τῇ περὶ τὰς μάχας ἐπὶ πλεῖστον δόξης αὐτὸν ἀφ' ἑαυτοῦ προελθόντα, ἐν γὰρ Φιλαδελφείᾳ τῇ κατὰ Λυδίαν πολλὰ καὶ χειρὸς καὶ τόλμης καὶ στρατηγικῆς ἐμπειρίας κατὰ Περσῶν ἐνεδείξατο ἔργα, ὡς ἐκ τούτων θαυμασθέντα καὶ γάμου τυχεῖν ἐπιφανοῦς· τῇ γὰρ ἀνεψιᾷ συνέζευκτο βασιλέως Θεοδώρᾳ τῇ Ἀσανίνῃ· τοῦτον δὴ μετακαλεσάμενος ὁ βασιλεὺς, «ὁ ἐμὸς ἔγγονος» ἔφη «νυκτὸς ᾤχετο ἀποδρὰς τῆς πόλεως ταυτησίν. ὅπου μὲν οὖν ἂν διατρίβῃ, οὐκ ἔστιν εἰδέναι σαφῶς· τοῦτο δὲ πέπεισμαι ἀκριβῶς, ὡς ὀλίγων ἀχθήσεται δεσμώτης ἡμερῶν εἴσω. τὸ δὲ νῦν ἔχον αὐτὸς ἀναλαβὼν στρατιὰν ὅσην οἴει πρὸς τὸ ἔργον ἀρκέσειν, ἐπιστράτευσον αὐτοῖς καταπόδας· κἂν μόνον ἐγγένηται συντυχεῖν, οὐδὲν λοιπὸν ἢ δοριαλώτους ὑποστρέψαι λαβόντα πάντας· ἐκείνοις γὰρ οὐχ ὅτι ἀμύνασθαι, ἀλλ' οὐδ' ἀντιβλέψαι ἄν ποτε παρασταίη.» ὁ Τάγαρις μέντοι, συνετὸς ὢν καὶ πρὸς μάχας ἐξησκημένος· «σοὶ μὲν, ὦ κράτιστε βασιλεῦ,» ἔφη «τῶν ὀλίγου πόνου δεομένων ἔργων εἶναι δοκεῖ τὸ τὸν σὸν ἔγγονον ἀχθῆναι συλληφθέντα δεσμώτην, ἐμοὶ δὲ τοὐναντίον ἅπαν. βούλομαι δὴ ἐμὲ ψεύ 1.92 σασθαι, καὶ μὴ σὲ τῆς ἐλπίδος, ὦ βασιλεῦ. τοῦτο μὲν οὖν ὁποῖον ἄν ποτε ἀποβαίη, αὐτό, φασι, δείξει. ἐπεὶ δ' ἐπέταξας στρατιὰν ἀναλαβόντα καταδιώκειν αὐτοὺς, ὡς, ἂν ἐγγένηται συντυχεῖν, οὐ μόνον οὐκ ἀμυνουμένων, ἀλλ' οὐδ' ἀντιβλέψαι τολμησόντων· ὡς ἔχω καὶ περὶ τούτων γνώμης, ἐρῶ. τὸν ἀριθμὸν τῆς παρούσης ἐνταυθοῖ στρατιᾶς, οὐ μὴν ἀλλὰ καὶ τὴν ἐμπειρίαν καὶ τόλμαν ὁ σὸς ἔγγονος καὶ οἱ περὶ αὐτὸν σαφῶς εἰδότες, οὐκ ἂν ἐτόλμησαν τραπέσθαι πρὸς τὴν φυγὴν, εἰ μὴ πρότερον ἐπ' ἄκροις δόρασιν ἐξαρτήσαντες τὴν ζωὴν, οὕτω παρέθηξαν ἑαυτοὺς, ὡς πᾶσιν, οἳ ἂν ἐπίωσιν, ἀμυνούμενοι μέχρι τοῦ πεσεῖν. ἴσασι γὰρ σαφῶς ὡς, ἂν ἁλῶσιν, ἥκιστα τοῦ ἀποθανεῖν πείσονται μετριώτερα. διόπερ ὡς τεθνηξόμενοι μαχοῦνται καὶ ὑπὲρ δύναμιν, ἀφειδοῦντες ἑαυτῶν. θανατῶσιν οὖν ἀνθρώποις ἐξ ἴσου τοῦ ἀριθμοῦ συμπλέκεσθαί τινα, οὐδὲ πόῤῥω μανίας δόξειεν ἄν. ἐπὶ γὰρ τῶν τοιούτων τοὺς ἀντιτεταγμένους καὶ τῷ πλήθει πολλῷ τῷ μέτρῳ χρεὼν ὑπερέχειν, καὶ ταῖς προθυμίαις ἴσους εἶναι· ἃ δὴ καὶ ἀμφότερα ἡμῖν ἐν ἀμφιβόλῳ κεῖται. τῶν τε γὰρ συνόντων αὐτοῖς οὐκ ἴσμεν τὸ πλῆθος, καὶ τῶν ὑφ' ἡμῖν τεταγμένων, ὁποτέροις πρόσκεινται τὰς γνώμας, ἀγνοοῦμεν. ἄλλως τε καὶ περὶ μέσας νύκτας αὐτῶν ἐξελθόντων, ὡς παρὰ τῶν φυλάκων τῶν πυλῶν ἐξεγένετο μαθεῖν, ἡμῶν δ' οὐ μέχρι βαθείας ἑσπέρας δυνησομένων ἂν πρὸς τὴν δίωξιν καταστῆναι, ἐκείνοις μὲν τὸ ἐν ἀσφαλείᾳ περιστήσεται εἶναι, ἡμῖν δὲ τὸ ἀνεφίκτοις ἐπιχει 1.93 ρεῖν· καὶ δυοῖν ἕτερον συμβήσεται, ἢ ὑστερήσαντας ἀπράκτους ἐπανελθεῖν, ὃ καὶ αὐτὸ σημεῖον ἂν ἥττης εἴη, ἢ καταλαβόντας, ἡττηθέντας πεσεῖν. τούτων δὴ ἕνεκα οὐ καταδιώκειν ἐξ ἐφόδου, ἀλλ' ἕτερόν τινα τρόπον πρὸς αὐτοὺς πολεμητέον εἶναί μοι δοκεῖ.» ιθʹ. Τούτοις τοῖς λόγοις καὶ τῶν παρόντων συνειπόντων συγκλητικῶν, ὁ βασιλεὺς τῆς μὲν πρὸς τὴν δίωξιν βουλῆς ἀπέστη, ὀμνύναι δ' ἐκέλευσε πάντας τοὺς ὑπ' αὐτὸν, ὡς οὐδεὶς ἂν ἕλοιτο τὰ Παλαιολόγου τοῦ Ἀνδρονίκου, οὕτω γὰρ προσετέτακτο μηκέτι βασιλέα κατονομάζειν, ἀλλὰ πολέμιον ἡγεῖσθαι ὡς τοῦ βασιλέως ἀφεστηκότα. οἱ ὅρκοι μὲν οὖν ἐτελοῦντο, ἤνυον δὲ πλέον οὐδέν. οὐ μόνον γὰρ ἐκ Βυζαντίου καὶ τῆς συγκλήτου καὶ τῆς στρατιᾶς ὁσημέραι πολλοὶ πρὸς τὸν νέον Ἀνδρόνικον ἠυτομόλουν, ἀλλὰ καὶ ἐκ τῶν ἄλλων ἐπαρχιῶν τε καὶ πόλεων τῶν ὑπηκόων Ῥωμαίοις συνέῤῥεον κατὰ συστάσεις, ὡς ἐν ὀλίγῳ περὶ αὐτὸν στρατιὰν ἀξιόμαχον ἀθροισθῆναι. ἐγένοντο μέντοι πρὸς τὸν νεωτερισμὸν ἁρπαγαὶ καὶ φθοραὶ