31
οντος ἐξῄει κατὰ γνώμην τῆς πενθερᾶς καλαμησομένη ἡ ̔Ροὺθ εἰς τὸν ἀγρὸν τοῦ Βοόζ. ὁ δὲ τὴν κόρην ἰδὼν καὶ μαθὼν τίς ἐστιν, θερίζειν ο δύναιτο καὶ εχειν ἐπέτρεψεν, αριστόν τε παρέχειν αὐτῇ τῷ ἀγροκόμῳ ἐπέταξεν. ἡ δὲ καὶ αλφιτα παρ' αὐτοῦ λαβοῦσα τῇ πενθερᾷ συνετήρησε, καὶ ἀπῆλθεν ὀψὲ κομίζουσα καὶ τὰς κριθὰς ας συνέλεξε, καὶ τὰ παρὰ τοῦ Βοὸζ αὐτῇ διηγήσατο. καὶ αυθις ἀπῄει σὺν ταῖς θεραπαινίσι Βοόζ. ἡ Νοεμὶν δὲ συγκατακλίνειν αὐτῷ τὴν ̔Ροὺθ ἐβουλεύσατο, καὶ πέμπει τὴν νύμφην ὑποθεμένη παρὰ τοῖς ποσὶ τοῦ ἀνδρὸς ὑπνώττοντος ἐν τῇ αλωνι πεσοῦσαν ὑπνῶσαι. καὶ ἡ μὲν ουτω πεποίηκεν, αἰσθόμενος δ' ὁ Βοὸζ περὶ μέσην νύκτα ηρετο τίς ἐστι. καὶ μαθὼν τότε μὲν ἡσύχασεν, εωθεν δ' ἐξεγείρας τὴν ̔Ροὺθ πορεύεσθαι πρὸς τὴν πενθερὰν ἐνετείλατο· "αὐτὸς δ'" ειπε "τὸν ἐγγύτερον ἐμοῦ ἀγχιστεύοντά σοι ἐρήσομαι, καὶ εἰ μὲν ἐκεῖνος ἀγαγέσθαι σε βούλεται, ἀπελεύσῃ πρὸς 1.78 τὸν ανδρα, παρατουμένου δὲ νομίμως συνοικήσεις ἐμοί." ἀπῆλθεν ουν ἡ γυνὴ καὶ δεδήλωκε πάντα τῇ Νοεμίν. ὁ δέ γε Βοὸζ παρὰ τῇ γερουσίᾳ τήν τε ̔Ροὺθ καὶ τὸν συγγενῆ συνεκάλεσε καὶ ειπεν αὐτῷ "̓Αβιμέλεχ τοῦ συγγενοῦς ἡμῶν καὶ τῶν παίδων αὐτοῦ κατέχεις κλῆρον;" συνθεμένου δ' εχειν ἐκείνου κατὰ τοὺς νόμους δι' ἀγχιστείαν, "οὐκοῦν οὐκ ἐξ ἡμισείας" εφη "μεμνῆσθαι τῶν νόμων δεῖ, ἐπὶ πᾶσι δὲ ποιεῖν κατ' αὐτούς. λοιπὸν καὶ τὸ τοῦ Μαλλὼν γύναιον υἱοῦ ̓Αβιμέλεχ γῆμαί σε χρή, ινα ἀναστήσῃς σπέρμα τῷ συγγενεῖ." ὁ δὲ παρῃτήσατο, καὶ τοῦ κλήρου καὶ τῆς γυναικὸς παραχωρήσας αὐτῷ. κατὰ γοῦν τὸν νόμον ἐνώπιον τῆς γερουσίας ἡ ̔Ροὺθ ὑπελύσατο τὸ ὑπόδημα τοῦ ἀνδρὸς ἐκείνου καὶ επτυσεν αὐτοῦ εἰς τὸ πρόσωπον. καὶ ουτως αὐτὴν ἠγάγετο ὁ Βοόζ, καὶ ετεκεν ἐξ αὐτοῦ τὸν ̓Ωβήδ· ἑλληνιστὶ δ' ἑρμηνεύεται δουλεύων. ἐξ ̓Ωβὴδ δὲ γίνεται ̓Ιεσσαί, καὶ ἐκ τούτου ∆αβίδ, ος τῶν ἐξ ̓Ισραὴλ ἐβασίλευσε καὶ τοῖς ἑαυτοῦ παισὶ κατέλιπε τὴν ἀρχὴν ἐπὶ εικοσι γενεὰς πρὸς τῇ μιᾷ διαρκέσασαν. ̓Ηλεὶ δὲ τοῦ ἀρχιερέως, ὡς ηδη ἱστόρηται, τὸν λαὸν αγοντος, οἱ δύο υἱοὶ αὐτοῦ ̓Οφνὶ καὶ Φινεὲς ὑπῆρχον λοιμοί, παρανομοῦντες ἐν απασι, καὶ παραινοῦντος τοῦ πατρὸς αὐτοῖς μὴ ἐπιστρεφόμενοι. ὁ δὲ θεὸς ὀργισθεὶς διὰ τὰς ἐκείνων παρανομίας, διὰ τοῦ Σαμουὴλ ετι παιδὸς οντος δεδήλωκε τῷ ̓Ηλεὶ απερ αὐτός τε καὶ οἱ παῖδες καὶ ὁ οικος αὐτοῦ πείσονται. Σαμουὴλ δὲ ̓Ελκανᾶ Λευίτου ἀνδρὸς ἐτύγχανε παῖς· ῳ συνῴκουν διτταὶ γαμεταί, ων τῇ μὲν Αννα, τῇ δὲ Φεννάνα ην τὰ ὀνόματα. καὶ τῇ μὲν παῖδες ησαν ἐξ ̓Ελκανᾶ, ἡ δὲ Αννα ἠμοίρει γονῆς. ἀφικομένου δὲ τοῦ ἀνδρὸς μετὰ τῶν γυναικῶν ἀμφοῖν εἰς Σηλὼμ 1.79 καὶ θύσαντος, ἐπεὶ καιρὸς ην εὐωχίας καὶ τῇ Φεννάνᾳ οἱ παῖδες αὐτῆς συνεκάθηντο, οτι ἡ Αννα μεμόνωτο, ἑαυτὴν ἀπεκλαίετο, καὶ εἰς τὴν σκηνὴν τοῦ θεοῦ δραμοῦσα ἐδέετο τοῦ κυρίου γονὴν αὐτῇ παρασχεῖν, εὐξαμένη καθιερώσειν θεῷ τὸ πρωτότοκον. χρονιζούσης δ' ἐν ταῖς εὐχαῖς, πρὸ τῆς σκηνῆς ̓Ηλεὶ καθεζόμενος ὡς μεθύουσαν αὐτὴν ἐλογίσατό τε καὶ ἀπεπέμπετο. ἡ δέ "οὐκ οινον" εφη "πέπωκα οὐδὲ μέθυσμα, κύριε, ἀλλὰ κατώδυνος ουσα διὰ τὴν ἀπαιδίαν ἐκτέτηκα." καὶ ὁ ἱερεύς "πορεύου" ειπεν αὐτῇ, "καὶ δῴη σοι τὸ αιτημα ὁ θεός." ὑποστρέψασα δὲ σὺν τῷ ἀνδρὶ οικαδε συλλαμβάνει καὶ τίκτει τὸν Σαμουήλ· θεαίτητον αν τις ειποι. ἁδρυνθέντος δὲ τοῦ παιδὸς προσάγει αὐτὸν τῷ ̓Ηλεὶ κατὰ τὴν εὐχὴν τῷ θεῷ τραφησόμενον κόμην τε τρέφοντα καὶ ἐν τῷ ἱερῷ διαιτώμενον καὶ υδατι κεχρημένον εἰς πόσιν. ηδη δὲ δωδεκαέτης γενόμενος προεφήτευσε. καί ποτε κοιμώμενον αὐτὸν ἐξ ὀνόματος ἐκάλεσεν ὁ θεός. ὁ δὲ τῷ ἀρχιερεῖ προσελήλυθεν ὡς ὑπ' ἐκείνου τάχα καλούμενος. καὶ τοῦτο τρισσάκις ἐγένετο. ̓Ηλεὶ δὲ συνεὶς θεόθεν ειναι τὴν κλῆσιν, εφη τῷ Σαμουήλ "εἰ ετι κληθῇς, εἰπέ, ἰδοὺ ἐγὼ κύριε." ουτω δὲ ποιήσαντος τοῦ παιδός, εφη αὐτῷ ὁ καλῶν συμφορὰν εσεσθαι τοῖς ̓Ισραηλίταις βαρεῖαν, καὶ τοὺς ̓Ηλεὶ παῖδας αμα τεθνήξεσθαι καὶ τὴν ἱερωσύνην εἰς τὸν οικον τοῦ ̓Ελεάζαρ μεταπεσεῖν. οὐκ ηθελε δὲ τοὺς λόγους ὁ Σαμουὴλ ἐκφῆναι τῷ ἱερεῖ, ορκοις δ' ἐκβιασθεὶς ἀπήγγειλε πάντα καθάπερ ἀκήκοεν. ̓Εντεῦθεν Παλαιστηνοὶ κατὰ τῶν ̓Ισραηλιτῶν