31
Αλγησις καὶ ἀλγηρά. ἡ λυπηρά. ̓Αλέασ. πόλις Θεσσαλονίκης. οἱ πολῖται ̓Αλεῖς. ̓Αλεξιάρη. γῆ ἡ τοῖς ἀνδράσι βοηθοῦσα. ̓Αλεία. ἡ αγρευσις. ἀλία δὲ μόνον ˉι. ̓Αλειτία. ἡ ἁμαρτία. ̓Αλεωρή. ἡ φυλακή. παρὰ τὸ τὴν ἀλέαν καὶ τὸ ὠρεῖν, τὸ φυλάσσειν. ̓Αλέα. ἡ θέρμη. alpha.125 ̓Αλευρόττησισ. τὸ λεπτὸν τοῦ ἀλεύρου, η τὸ κόσκινον. σήθω, σήσω, σῆσις, καὶ τροπῇ τοῦ ˉς εἰς ˉτ, τῆσις, καὶ πλεονασμῷ τοῦ ˉτ μετὰ τὸ αλευρον, ἀλευρόττησις. Αλη. ἡ πλάνη, παρὰ τὸ ἁλῶ, τὸ πλανῶ. τοῦτο παρὰ τὸ λῶ, τὸ θέλω, καὶ μετὰ τοῦ στερητικοῦ ˉα αλη. ̓Αλληγορία. διαφορὰ νοημάτων πρὸς τὸ ὑποκείμενον· η τροπολογία, η αλλο τι παρὰ τὸ ἐνορώμενον ὑποδεικνύουσα. ̓Αλάβαστρα. πόλις Φρυγίας. τὸ ἐθνικὸν ̓Αλαβαστρίτης. ̓Αλεκτρυών. ἐπὶ αρσενος καὶ θηλείας· ἀλέκτωρ δὲ ἐπὶ μόνου ἀρσενικοῦ· ἀλεκτορὶς δὲ ἐπὶ θηλυκοῦ. ὁ ἐκ τῶν λέκτρων, τοῦτ' εστι τῶν κοιτῶν, ἡμᾶς διεγείρων. τοῦ ˉα στερητικοῦ οντος, ὁ στερῶν ἡμᾶς τῶν λέκτρων. καὶ ὁ ηλιος δὲ ἀλέκτωρ λέγεται. ̓Αλέα. ἡ θέρμη. η ὁ τόπος ὁ ὑπὸ τοῦ ἡλίου θερμαινόμενος. παρὰ τὸ αλιος· αλιος γὰρ ὁ ηλιος. μεταφορικῶς δὲ καὶ πάντα τόπον θέρμην εχοντα. η παρὰ τὸ ἀλῶ, τὸ πλανῶ. ̔Αλιζώνου. τῆς ὑπὸ θαλάσσης περιεζωσμένης. Λαΐδ' εχω πολιῆτιν ἁλιζώνοιο Κορίνθου. ̓Αλίζωστισ. ειδος βοτάνης θαλασσίας. ̓Αλίμενον. τὴν τέλος μὴ εχουσαν μηδὲ ορμον. ̔Αλινηχέοσ. ἐν θαλάσσῃ νηχομένης. ἁλινηχέος οργανα τέχνης ανθετο. Αλλικα. χλαμύδα. κατὰ Θεσσαλούς. αλλικα χρυσείῃσιν ἐργομένην ἐνέτῃσιν. οἱ ἰδιῶται γάλλικα φασὶ ταύτην. alpha.126 ̔Αλιξάντοισ. τοῖς ὑπὸ τῆς ἁλὸς ξηραινομένοις. ἀκταίοις νησίδος ἁλιξάντοισι χοιράσιν. ̓Αλιπαρῆ. ἀχμηράν· η λιπαρῆ. ἐξ ης αὐτὸν λιπαρήσομεν. ̓Αλιτημόρου. παράφρονος γεγονυίας. ̓Αλλαρία. πόλις Κρήτης. τὸ ἐθνικὸν ̓Αλλαριώτης. Αλλιξ. ἡ χλαμύς. παρὰ τὸ ἀλλάσσω αλλαξ καὶ αλλιξ. ̓Αλληλουχία. ἡ συνέχουσα καὶ συγκρατοῦσα ἀλλήλους. ̓Αλειπήσ. πηγὴ ἐν ̓Εφέσῳ. ̓Αλήθεια. ἀπόφασις λέγουσα τὸ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον. ̓Αλκαῖα. κυρίως ἡ οὐρὰ τοῦ λέοντος, διὰ τὸ εἰς ἀλκὴν αὐτὴν προτρέπειν. ̓Αλκή. δύναμις, βοήθεια. ἀρκή τίς ἐστι τροπῇ τοῦ ˉρ εἰς ˉλ. η παρὰ τὸ ἀκμὴ, ο σημαίνει τὴν ἡλικίαν. ̓Αλλεπάλληλοι. συνεχεῖς. ̓Αλινθήδρα. ὁ τόπος, ἐν ῳ τιθέντες ἑαυτοὺς οἱ ιπποι κυλίονται. ̓Αλκιμάχη. ἡ ̓Αθηνᾶ. ̓Αλκμήνη. κύριον. ὡς μέση, μεσήνη· πύλη, πυλήνη· ἀκμὴν, ἀκμήνη· ουτως καὶ τὸ ἀλκὴ ἀλκήνη, καὶ πλεονασμῷ τοῦ ˉμ ἀλκμήνη. ̓Αλθαία. κύριον ονομα. ̓Αλθηφίασ. ἡ αμπελος ἀπὸ ̓Αλθηφίου τινός. καὶ ἀνθηδονίας καὶ ὑπερίας ἡ αμπελος ἐπὶ ̓Ανθηδόνος καὶ ̔Υπέρου. χρησμός· alpha.127 Πῖνε οινον τρυγίας, ἐπεὶ οὐκ ̓Ανθηδόνα ναίεις οὐδ' ἱερὰν ̔Υπέραν, οθι τ' ατρυγον οινον επινες. ̓Αλκυών. θαλάσσιον ορνεον. παρὰ τὸ ἐν ἁλὶ κύειν. ̓Αλκυονίδαι. ἡμέραι εὐδιειναί. Αλμη. παρὰ τὸ ἁλὸς, αλη, καὶ πλεονασμῷ τοῦ ˉμ αλμη. Αλξ. ἡ δύναμις. ἀπὸ τῶν εἰς ˉκˉη θηλυκῶν κατὰ ἀφαίρεσιν τοῦ ˉη καὶ τροπῇ τοῦ προκειμένου ˉκ εἰς ˉξ γίνεται αλξ, ὡς Φοινίκη, Φοίνιξ, φρίκη, φρὶξ, κρόκη, κρὸξ, ουτως ἀλκὴ, αλξ. ̔Αλμάδεσ. αἱ κολυμβηταὶ ἐλαῖαι. ̓Αλογία. ἡ ἀφροντισία. ̔Ηρόδοτος· ὁ δὲ κατάσκοπος εὑρὼν τοὺς Λακεδαιμονίους ἀλογίης τὲ ἐνεκύρησε πολλῆς. ̓Αλογία. ἡ ἀταξία. ταχὺ δὲ τοῦ λόγου διαδοθέντος εἰς τὸ πλῆθος, οὐκ ετι συνέβαινε γίνεσθαι τὴν ἀλογίαν η τὴν ἀταξίαν. Αλογος ορεξισ. ὀργὴ καὶ ἐπιθυμία. Αληξ. ἡ αυλαξ, τὸ μετ' ἀρότρου, η τὸ ἀλώνιον. παρὰ τὸ αυλαξ ἐλλείψει τοῦ ˉυ καὶ τροπῇ τοῦ ˉα εἰς ˉη αληξ. ̔Αλώπη. χώρα ἡ καλουμένη Χία πρὸς τῇ ̓Εφέσῳ. ἀπὸ τοῦ ἐν τῷ παραλίῳ αὐτῆς πρῶτον αὐτομάτως αλας πηχθῆναι. ̔Αλλόνησοσ. νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει. ̔Αλοσύδνησ. τῆς θαλάσσης. παρὰ τὸ ἁλὸς γενικὸν ἁλόσυνος καὶ τὸ θηλυκὸν ἁλοσύνη, καὶ alpha.128 πλεονασμῷ τοῦ δ ἁλοσύδνη, ὡς παρὰ τὸ γηθόσυνος γηθοσύνη. ̔Αλουργοπωλική. ἡ πορφυροπωλικὴ λεγομένη. ουτως ̓Ισαῖος. ̓Αλουργίσ. πορφυρᾶ χλανίς. ἐκ τοῦ αλς, ἁλὸς, καὶ τὸ εργον. ἡ ἀπὸ τοῦ θαλασσίου κόχλου γινομένη. ἀλουργὴς δὲ ἡ αἰσθὴς ˉη, καὶ κλίνεται τῆς ἀλουργοῦς, τῇ ἀλουργεῖ. Αλοχοσ. κυρίως ἡ ἐκ παρθενείας ἑτέρου λέχους απειρος. καὶ μετὰ τοῦ ˉα ἀντὶ τοῦ