φύσιν ἐκινεῖτο κίνησιν ἣν νῦν κινεῖται, πῶς οὐ μάτην ἐνεδέθη τῇ σφαίρᾳ; Eἰ δὲ μὴ ταύτην ἐκινεῖτο κατὰ φύσιν, ἀλλ' ἑτέ ραν παρὰ ταύτην εἴτε τῷ ποσῷ εἴτε τῷ ποιῷ, πῶς οὐ παρὰ φύσιν κινεῖται νῦν; ν. Ἐκ τοῦ αὐτοῦ λόγου. Τοὺς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα ἠρεμεῖν καὶ ἐνδεδεμένα τοῖς κύκλοις φέρεσθαι. Eἰ μὲν κατὰ φύσιν ἠρεμεῖ ἐν τοῖς κύκλοις τὰ ἄστρα, μάτην ἐνδέδεται τοῖς κύκλοις, εἰ δὲ παρὰ φύσιν ἠρεμεῖ, δῆλον ὅτι βίᾳ ἠρεμεῖ· ἀλλὰ ἐν τοῖς ἀϊδίοις οὐθὲν οὔτε μάτην οὔτε παρὰ φύσιν. Oὐκ ἄρα εὗρεν ὁ Ἀριστοτέλης τὸν περὶ τῆς τῶν ἄστρων κινήσεως λόγον· ἀΐδια γὰρ λέγει τὰ ἄστρα, καὶ ἐν οἷς εἶπε περὶ τῆς αὐτῶν κινήσεως ἀμφότερα φαίνεται, τὸ μάτην καὶ παρὰ φύσιν. Eἰ ἀΐδια μὲν τὰ ἄστρα, ἀΐδιος δὲ καὶ ὁ οὐρανὸς ἐν ᾧ ἐστι τὰ ἄστρα δεδεμένα, καὶ θεὸς ἕκα στον αὐτῶν προσηγόρευται, πῶς οὐκ εἰσὶ θεοὶ ὑπὸ θεῶν συ ρόμενοι; Τὰ γὰρ τῷ κινουμένῳ ἐνδεδεμένα συρομένως κινεῖ ται. Eἰ ἄλλη ἡ σύνθεσις οὐσίας (ἐξ ὕλης γὰρ καὶ εἴδους) καὶ ἄλλη ἡ σύνθεσις ἡ ἐκ τῶν οὐσίαν ἐχόντων μερῶν, πῶς ἀΐδια ταῦτα λέγεται τὰ ἀμφοτέρας ἔχοντα τὰς συνθέσεις; Ὁ γὰρ οὐρανός, ἔχων τὸν ἥλιον καὶ τὰ ἄστρα ἐνδεδεμένα μέρη, σύνθετος ἐξ αὐτῶν ἐστιν· ἔχων γὰρ ταῦτα ἐν ἑαυτῷ ἐστιν ὁ οὐρανός. νζ. Ἐκ τοῦ αὐτοῦ λόγου. Πρὸς δὲ τούτοις ἄλογον τὸ μηθὲν ὄργανον αὐτοῖς ἀπο δοῦναι τὴν φύσιν πρὸς τὴν κίνησιν· οὐθὲν γὰρ ὡς ἔτυχε ποιεῖ ἡ φύσις, οὐδὲ τῶν μὲν ζώων φροντίσαι, τῶν δὲ οὕτω τιμίων ὑπεριδεῖν, ἀλλ' ἔοικεν ὥσπερ ἐπίτηδες ἀφελεῖν πάντα δι' ὧν ἐνδέχεται προϊέναι καθ' αὑτά. Eἰ τῶν ἀϊδίων τε καὶ ἀγενήτων οὐδείς ἐστι ποιητής, οὐδὲ φροντίδι τινός εἰσιν ἅ εἰσιν ἢ ἔχουσιν ἃ ἔχουσι κατὰ φύσιν, πῶς, εἰ ἀγένητός ἐστιν ὁ οὐρανὸς καὶ τὰ ἐν τῷ οὐ ρανῷ φαινόμενα συναγένητα ὑπάρχει αὐτῷ, τὴν φύσιν ἔχει ποιητήν τε καὶ φροντιστὴν τῶν πρὸς τὴν σύστασιν αὐτῶν τελουμένων; Eἰ ἥρμοττε τῷ περὶ τῆς κινήσεως τῶν ἀϊδίων τὸν λόγον ποιουμένῳ τὸ λέγειν τὴν φύσιν μηδὲν ὡς ἔτυχε ποιεῖν, πῶς οὐκ ἔστι δῆλον ὅτι ἔργα εἰσὶ τῆς φύσεως ὅ τε οὐρανὸς καὶ τὰ ἐν τῷ οὐρανῷ φαινόμενα, τῆς ἀφελούσης αὐτῶν τὰ ὄργανα τῆς κινήσεως; νη. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπεὶ οὖν δεῖ τὸν μὲν οὐρανὸν κινεῖσθαι τὴν ἑαυτοῦ κίνησιν, τὰ δ' ἄλλα ἄστρα μὴ προϊέναι δι' αὑτῶν, εὐλόγως ἂν ἑκάτερον εἴη σφαιροειδές· οὕτω γὰρ ἂν μάλιστα τὸ μὲν κινηθήσεται, τὸ δὲ ἠρεμήσει. Eἰ τὸ ἠρεμοῦν ἐκεῖνο λέγεται τὸ δυνάμενον κινηθῆναι τὴν κίνησιν ἐκείνην ἀφ' ἧς ἠρεμεῖ, πῶς ἠρεμεῖ τὰ ἄστρα ἰδίαν οὐκ ἔχοντα κίνησιν, καθ' ἣν κινεῖσθαι ἐχρῆν; Eἰ δὲ δύναμιν μὲν ἔχει τοῦ κινεῖσθαι, κωλύεται δὲ διὰ τὸ ἐνδε δέσθαι τῇ σφαίρᾳ, πῶς οὐ παρὰ φύσιν ἔχει τὸ κινεῖσθαι