λόγῳ· Καλός ἐστιν ὁ ὀφθαλμὸς καὶ τιμιώτερος τῶν ποδῶν· ἀλλ' εἰ ἄφθονός ἐστιν ὁ θεός, διὰ τί οὐκ ἐποίησε τοὺς πόδας ὀφθαλμούς; Συνάγει γὰρ καὶ ὁ λόγος οὗτος τὴν αὐτὴν ἄλογον ἀτοπίαν, τὸ ἢ διὰ φθόνον ἢ δι' ἀδυναμίαν μὴ πεποιηκέναι τὸν θεὸν τοὺς πόδας ὀφθαλμούς. Ἐρώτησις ογ. Eἰ τότε τὸ καλὸν φαίνεται καλόν, ὅτε συγκρίνεται τῷ κακῷ, καλὸν δὲ ὁ κόσμος, δῆλον ὅτι κακὸν ὁ μὴ κόσμος, του τέστι τὸ πρὸ κόσμου. Καὶ εἰ μὲν ἀμφότερα ἐκ θεοῦ, τουτέστι τὸ πρὸ κόσμου καὶ ὁ κόσμος, πῶς οὐχ ἑκάτερα ἐξ αὐτοῦ, του τέστι τὸ καλὸν καὶ τὸ φαῦλον; Eἰ δὲ θάτερον μὲν ἐξ αὐτοῦ, ἕτερον δὲ οὐκ ἐξ αὐτοῦ, πῶς οὐκ ἔστιν αὐτόματον καὶ μὴ ὑπ' αὐτὸν τὸ μὴ ἐξ αὐτοῦ; Πῶς δὲ ἀληθεύει ὁ λέγων· Ὅτι ἐξ αὐτοῦ τὰ πάντα; Ἐν γὰρ τοῖς πᾶσι καὶ τὰ πρώην οὐκ ὄντα καὶ τὰ νῦν ὄντα περιέχεται. Ἀπόκρισις. Τὸ κακὸν οὐδὲν ἕτερόν ἐστι παρὰ τὴν ἐκτροπὴν τοῦ κα λοῦ· διὸ ὕστερόν ἐστι τοῦ καλοῦ τὸ κακόν· ἐκτροπὴ γάρ ἐστι τοῦ καλοῦ. Ἀλλὰ τοῦτο δῆλον ὅτι οὐκ ἐκ τῆς συγκρίσεως τοῦ κακοῦ τὸ καλὸν φαίνεται καλόν, ἀλλ' ἐκ τῆς οἰκείας φύσεως. Τὸ δὲ πρὸ τοῦ κόσμου μὴ ὄν, πάντη μὴ ὄν, οὔτε καλὸν ἦν οὔτε κακόν· διὸ τῷ οὕτω μὴ ὄντι οὐδὲν συγκρίνεται. Ἔτι δὲ τὸ πάντη μὴ ὂν οὔτε ἐκ τοῦ θεοῦ οὔτε ἐξ ἄλλου οὔτε αὐτόματόν ἐστι. Πρὸ τοῦ κόσμου οὖν οὐδὲν ἕτερον πλὴν θεοῦ ἦν· τοίνυν τῆς συγκρίσεως τῶν ὄντων οὔσης πρὸς τὰ ὄντα, οὐκ ἄρα συγ κρίνεται ὁ κόσμος τῷ μὴ κόσμῳ, οὐδὲ ἐν τῷ κόσμῳ περιέχεται τὸ μὴ κόσμος. Τὸ γὰρ μὴ κόσμος οὐδέν ἐστι, τὸ δὲ περιεχό μενόν ἐστί τι. Καὶ ὅτε λέγομεν ἐκ τοῦ μὴ ὄντος τὸν θεὸν πε ποιηκέναι τὰ ὄντα, οὐ θέσιν τοῦ ὄντος διδόαμεν τῷ μὴ ὄντι, ἀλλὰ τὴν παντελῆ ἀναίρεσιν τοῦ μὴ ὄντος. Ἐρώτησις οδ. Eἰ διὰ τὸ νενικῆσθαι τὸν ἑλληνισμὸν ὑπὸ τοῦ χριστια νισμοῦ ἐλπίδα οὐκ ἔχει ὁ ἑλληνισμὸς ἀνακλήσεως, πῶς πάλαι ὑπὸ τοῦ ἑλληνισμοῦ νικηθεῖσα ἡ ἀληθὴς θεοσέβεια νυνὶ τὴν ἀνάκλησιν δέδεκται; Ὅτι γὰρ πρὸ τῆς πλάνης ἐπεκράτει ἡ ἀλήθεια μαρτυροῦσιν αἱ θείαι γραφαί, τὸν Ἀδὰμ καὶ πολλοὺς ἐφεξῆς μετ' αὐτὸν δηλοῦσαι οὐκ εἰδώλοις ἀλλὰ τῷ θεῷ λατρεύ σαντας, κἄν τινες αὐτῶν ἐν ἀτόποις ἐξητάσθησαν πράξεσιν. Ἀπόκρισις. Eἰ τῆς παρούσης καταστάσεως τὸ τέλος ἐστὶν ἡ διὰ τοῦ πυρὸς κρίσις τῶν ἀσεβῶν, καθά φασιν αἱ γραφαὶ προφητῶν τε καὶ ἀποστόλων, ἔτι δὲ καὶ τῆς Σιβύλλης, καθώς φησιν ὁ μακάριος Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ, γίνε ται δὲ αὕτη ἡ κρίσις διὰ Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ὑπὸ τῶν Ἰουδαίων, τοῦ αἰωνίως βασιλεύοντος τῶν Χριστιανῶν βασιλείαν ἀτελεύτητον, τὴν κατὰ τὸν προφήτην ∆ανιὴλ δο θεῖσαν αὐτῷ, διὰ τοῦτο οὐδεμίαν ἀνακλήσεως ἔχει ὁ ἑλληνισμὸς τὴν ἐλπίδα. Ἄλλως τε εἰ, καθ' ἣν ἐκράτει δυναστείαν ὁ ἑλ ληνισμὸς τὸν λαὸν τοῦ θεοῦ, λυθείσης ταύτης οὐδαμῶς πάλιν