31
οὐκ ἔχοντας φύσεως ἢ πυρὶ ἢ χρόνῳ γοῦν μακρῷ καταναλίσκεσθαι, κατελίμπανον ἐπ' αὐτῆς τῆς πυρᾶς ὡς τὸ λοιπὸν ἀχρήστους πρὸς τὸν τῆς παλιγγενεσίας λόγον ἀποβλέποντες· σφόδρα γὰρ καὶ αὐτοὶ τὸν περὶ αὐτῆς παρεδέχοντο λόγον διὰ τὸ αὖθις ὡς ἐδόκει παλιγγενησόμενον ἄνθρωπον μὴ χρῄζειν ἐπὶ τῆς μητρῴας γαστρὸς ὀδόντων. 4.41 Ὅτι οὔκ εἰσιν ἀστέρες κακοποιοί, ἀλλὰ πάντες ἀγαθοί· ἀλλ' ἐπεὶ καθ' ἁρμονίαν τὸ πᾶν συνίσταται, οἱ μὲν αὐτῶν εἰσι ξηροί, οἱ δὲ ὑγραίνουσιν, οἱ δὲ ἄλλο τι ἔχουσι πρὸς τὰς κράσεις αὐτῶν· τοίνυν δοκοῦσι βλάπτειν κατὰ τὴν ἐνέργειαν, οὐ κατὰ τὴν πρόθεσιν, καὶ ὅτι τὰς ἀκράτους αὐτῶν ἐνίοτε δυνάμεις οὐχ ὑπομένοντα τὰ ἐν τῇ γῇ βλάπτονται, ὡς καὶ ὀφθαλμοὶ ὑπὸ σφοδρότητος φωτός. 4.42 Κατὰ δὲ τὴν πρώτην τοῦ Μαρτίου μηνὸς Ἥραν ἐτίμων οἱονεὶ τὴν σελήνην διὰ τὴν νεομηνίαν· ἀνεκήρυττε δὲ ὁ ἱερεὺς χρῆναι γλυκέσι πόμασί τε καὶ σιτίοις χρῆσθαι ἅπαντας πρὸς φυλακὴν ὑγείας. ἐκίνουν δὲ τὰ ὅπλα Ῥωμαῖοι ἐπὶ τῷ τοῦ Ἄρεος πεδίῳ ἢ τεμέ νει. ἐν ταύτῃ τῇ ἡμέρᾳ καὶ πόνων ἀνεπαύοντο, καὶ αἱ λεγόμεναι παρ' αὐτοῖς Ματρῶναι, τουτέστιν εὐγενεῖς, τοὺς οἰκέτας εἱστίων, καθάπερ ἐν τοῖς Κρονίοις τουτὶ πράττειν ἔθος ἦν τοῖς δούλους κεκτημένοις· ὧν αἱ μὲν δι' Ἄρεος τιμὴν δουλεύουσι τοῖς ἄρρεσι τῶν οἰκετῶν διὰ τὴν κρείττονα φύσιν· οἱ δ' ἀποτρόπαιον ὥσπερ θεραπείαν εἰσάγοντες τῷ Κρόνῳ τοῖς ἑαυτῶν δούλοις ἐδούλευον, ὅπως μὴ ταῖς ἀληθείαις νεμεσητόν τι παθόντες εἰς δουλείαν πολεμίων καταπέσωσιν. πάντες δὲ κατὰ τὸν Μάρτιον τροφὴν τὴν ἐκ κυάμων ἐλάμβανον· Ἄρεος δὲ ὁ κύαμος, παρὰ τὸ κύειν αἷμα· ἔχριόν τε τὰς ἀλλήλων ὄψεις ἀντὶ αἵματος τὸ χρίσμα τοῦ κυάμου λαμβάνοντες, ταύτῃ γε τὸν Ἄρεα θεραπεύοντες. ὅτι ὁ Πυθαγόρας πάνυ τὸν κύαμον ἀπεστρέφετο· διαφερόντως γὰρ παρὰ τοὺς ἄλλους καρποὺς διεγείρει τὰ σώματα πρὸς συνουσίαν ἐσθιόμενος, καὶ ταύτῃ καθέλκει τὰς ψυχὰς ἐπὶ τὴν γένεσιν. ὁ δὲ Ποντικὸς Ἡρακλείδης φησίν, ὡς εἴ τις τὸν κύαμον ἐν καινῇ θήκῃ ἐμβαλὼν ἀποκρύψει τῇ κόπρῳ ἐπὶ τεσσαράκοντα πάσας ἡμέρας, εἰς ὄψιν ἀνθρώπου σεσαρκωμένου μεταβαλόντα τὸν κύαμον εὑρήσει, καὶ διὰ τοῦτο τὸν ποιητὴν φάναι· ἶσόν τοι κυάμους τε φαγεῖν κεφαλάς τε τοκήων. ∆ιογένης δὲ ἐν τρισκαιδεκάτῃ ἀπίστων ταῦτά φησιν· τότε ἀπὸ τῆς αὐτῆς σηπεδόνος ἄνθρωπον συστῆναι καὶ κύαμον βλαστῆσαι. τούτου δὲ φανερὰ ἐπῆγε τεκμήρια· εἰ γάρ τις διατραγὼν κύαμον καὶ τοῖς ὀδοῦσι λεάνας ἐν ἀλέᾳ τῆς τοῦ ἡλίου βολῆς καταθείη πρὸς ὀλίγον, εἶτα ἀναστὰς ἐπανέλθοι μετ' οὐ πολύ, εὕροι ἂν ὀδωδότα ἀνθρωπείου φόνου· εἰ δὲ καὶ ἀνθοῦντος ἐν τῷ βλαστάνειν τοῦ κυάμου λαβών τις περκάζοντος τοῦ ἄνθους βραχὺ ἐνθείη ἀγγείῳ κεραμεῷ καὶ ἐπίθεμα ἐπιθεὶς ἐν τῇ γῇ τε κατορύξειε καὶ ἐννενήκοντα παραφυλάξειεν ἡμέρας μετὰ τὸ κατορυχθῆναι, εἶτα μετὰ ταῦτα ὀρύξειε καὶ λάβοι καὶ ἀφέλοι τὸ πῶμα, εὕροι ἂν ἀντὶ τοῦ κυάμου ἢ παιδὸς κεφαλὴν συνεστῶσαν ἢ γυναικὸς αἰδοῖον. ὥστε ἀφεκτέον κατὰ Πυθαγόραν κυάμου, ὡς καὶ τῶν λεγομένων χρυσολαχάνων, ἐπειδὴ καὶ αὐτῶν ἡ γένεσις ἐξ ἐμμήνων γυναικῶν ἐστι. τούτου χάριν εἰς τοὺς τάφους κύαμοι ῥίπτονται ὑπὲρ σωτηρίας ἀνθρώπων. ὅτι δὲ κύαμος ἀπὸ τοῦ αἵματος εἴρηται, δυνατὸν τῇ πείρᾳ παραλαβεῖν· εἴ τις γὰρ αὐτὸν ἀποβρέξει ἐπὶ νυχθήμερον, τὸ ἐν αὐτῷ ὕδωρ λύθρον εὑρήσει. 4.43 Οἱ δὲ μάγγιπες, οἱονεὶ τεχνῖται τοῦ ἀνδραπο δώδους ἄρτου, ἔπεμπον τοῖς ἐν λόγῳ Ῥωμυλίας ἀννώνας· οὕτω δὲ ταύτας ἐκάλουν, διὰ τὸ κατὰ τὴν ἐννάτην ὥραν ἐπιδίδοσθαι πρὸς τοῦ Ῥωμύλου τὴν τροφὴν τοῖς στρατιώταις .... καὶ γὰρ Οὐαλεντινιανὸς ἀπαίδευτος ἦν καὶ μόνον .... βαρύμηνις. 4.44 Τῇ πρὸ τεσσάρων Νωνῶν Μαρτίων ἄνεμον βιαιότερον ὡς ἐπίπαν πνεῖν προλέγει ὁ Εὔδοξος. 4.45 Τῇ πρὸ τριῶν Νωνῶν Μαρτίων ὁ πλοῦς τῆς Ἴσιδος ἐπετελεῖτο,