ἤθελον μένειν ἔτι ἐπὶ τοῦ αὐτοῦ φρονήματος, ἀλλὰ τοὺς πολεμίους πᾶσι τρόποις ἀμύνασθαι διεσκέπτοντο. Ἀποστείλας δὲ τὸν Στραβορωμανὸν πρὸς τὸν τὴν Λογγιβαρδίαν κατέχοντα Φράγκον, Ῥουμπέρτον καλούμενον, τὴν αὐτοῦ θυγατέρα τῷ υἱῷ Κωνσταντίνῳ γυναῖκα ἠγάγετο, Ἑλένην μετονομασθεῖσαν. Κατεσχέθη δὲ ἡ Λογγιβαρδία πρὸς τοῦ Ῥουμπέρτου τοῦτον τὸν τρόπον. Γεώργιος ὁ Μανιάκης ἐπὶ καταστάσει τῶν ἐν Ἰταλίᾳ πραγμάτων ἀποσταλείς, παρὰ τῆς αὐγούστης Ζωῆς μάγιστρος τιμηθείς, προσηταιρίσατο μὲν Φράγκους πολλούς, καθημέρωσε δὲ καὶ τοὺς παρὰ τοῦ ∆οκειανοῦ κακωθέντας καὶ ἡσυχίαν ἄγειν ἔν τισι θέμασι τῆς Ἰταλίας παρεσκεύασεν· ἐδεδίεσαν γὰρ αὐτὸν πεῖραν τῆς αὐτοῦ ἐν πολέμοις γενναιότητος ἔχοντες. Ἀντάραντος δὲ τῷ Μονομάχῳ καὶ κατηγωνισμένου, οἱ μὲν σὺν αὐτῷ περαιωθέντες τῷ βασιλεῖ δουλωθέντες Μανιακάτοι τε ἐπωνομάσθησαν καὶ τῇ Ῥωμαίων πολλοὶ ἐναπέμειναν, οἱ δὲ λοιποὶ ἐν Ἰταλίᾳ ὑπελείφθησαν. Ἦν δέ τις ἐν αὐτοῖς Ῥουμπέρτος τοὔνομα, ἀνεψιὸς Ἀρδουίνου τοῦὑπὸ τοῦ ∆οκειανοῦ μαστιχθέντος, δεινὸς καὶ θυμοειδής, τυραννικὸν ἔχων τὸ φρόνημα, ὅστις φανερῶς μὲν ἐξελάσαι τῆς Ἰταλίας τοὺς Ῥωμαίους ἐμελέτα, ὤκνει δὲ ὅμως τὴν ἐγχείρησιν καὶ ἀνεβάλλετο ἀσθενῆ ἑαυτὸν ὁρῶν, καὶ πρὸς τὴν τοῦ βασιλέως ἰσχὺν ὠρρώδει ἑαυτὸν ἀντεξαγαγεῖν. Τῆς δὲ γυναικὸς αὐτοῦ, ἣν ἀπὸ Φραγκίας ἠγάγετο, τελευτησάσης ἑτέραν ἄγεται γυναῖκα, Γαΐταν μὲν καλουμένην, θυγατέρα δὲ οὖσαν τοῦ πρίγκιπος χώραν οὐκ ὀλίγην τὴν ὑφ' ἑαυτὸν ἔχοντος. Ἀγαγόμενος οὖν ταύτην κατῴκησεν ἐν ταῖς πόλεσι ταῖς διαφερούσαις τῇ αὑτοῦ γυναικί, ὧν ἡ πρώτη καὶ μεγίστη Σαλερνὸς ὀνομάζεται. Ἐκεῖθεν ὡς οἷα κλέπτης καὶ λῃστὴς ἐξιὼν τὰ τῇ Ῥωμανίᾳ ὑποκείμενα ἐληίζετο, τοῦτο μὲν Καλαβρίαν αἰχμαλωτίζων, τοῦτο δὲ τὴν Ἰταλίαν δουλούμενος. 168 Τῶν δ' ἁλισκομένων αἰχμαλώτων ὧν μὲν χεῖρας ἀφῄρει, ὧν δὲ πόδας ἠκρωτηρίαζεν, ἄλλων δὲ ἀπέκοπτε καὶ ἀμφότερα, τινὰς δὲ καὶ ἀπημπόλει χρημάτων πολλῶν, δεδιττόμενος ὡς, εἰ μὴ προδοῖεν τὰς πόλεις καὶ ὑποκλιθεῖεν αὐτῷ, οὐ τοιαῦτα μόνον ἀλλὰ καὶ χείρονα πείσονται. Νοσούντων δὲ ἐν τοῖς βασιλείοις τῶν οἰκείων οὐδεμία τῶν γινομένων ἐν Ἰταλίᾳ ἐγίνετο ἐπιστροφή. Τοῦ γὰρ Μονομάχου μετὰ βραχὺ τελευτήσαντος, Θεοδώρας δὲ τῆς αὐγούστης ἐφ' ἕνα χρόνον τὴν βασιλείαν κατασχούσης, τοῦ τε Μιχαὴλ ἀναρρηθέντος καὶ τοῦ Κομνηνοῦ ἐπαναστάντος αὐτῷ καὶ τῶν στρατευμάτων ἀσχολουμένων τοῖς ἐμφυλίοις πολέμοις, μηδενός τε ὄντος τοῦ τὴν ὁρμὴν τοῦ Ῥουμπέρτου κωλύσαντος μέγας ἐκ τούτου καὶ περιβόητος γέγονε. Στρατόν τε γὰρ ἀξιόλογον συνεστήσατο καὶ ἵππων καὶ χρημάτων καὶ ἀρμάτων ἐγένετο κύριος, τῶν ἐν ταῖς πόλεσι στρατηγεῖν τεταγμένων πρὸς βασιλέως μὴ δυναμένων ἀντεξιέναι ὀλιγανδρίᾳ καὶ κακότητι τῶν σὺν αὐτοῖς. Τοῦ δὲ Κομνηνοῦ τῆς βασιλείας ἐγκρατοῦς γενομένου τὰ μὲν τῶν Τούρκων τὴν ἀνατολὴν ἔθλιβεν, οἱ δὲ Πατζινάκοι τὴν δύσιν ἐπίεζον.
Ὑποχωρεῖ γοῦν τῆς Καλαβρίας ὁ Θρυμβός, ὃς ἐκεῖσε στρατηγῶν ἐτύγχανε, τὸ κατὰ τοὺς Σκρίβωνας ἄγος ἀνέδην τετολμηκώς· μὴ ἀρέσκον γὰρ τοῖς ἐγχωρίοις ὁρῶν τὸ πεπραγμένον φυγὰς εἰς βασιλέα γίνεται. Στέλλεται γοῦν δοὺξ Ἰταλίας ὁ Ἀμβουλχαρέ. Ὁ δὲ Ῥουμπέρτος τῇ τῶν Σκρβώνων ἀναιρέσει δεινοπαθοῦν τὸ γένος ὁρῶν τῶν Καλαβρῶν ἅμα κἀκ τῆς αἰτίας ταύτης ἀποστασίαν μελετῶν, οὐκέτι μὲν ὡς ὑποστρέψων ἔξεισι, σπουδῇ δὲ ἐλάσας αἱρεῖ τὸ Ῥήγιον, πόλιν μεγάλην καὶ ἐπιφανῆ, ἐν ᾧ συνήθως ὁ δοὺξ Ἰταλίας διέτριβεν· ἦσαν γὰρ ἐν τούτῳ οἰκήματά τε διαπρεπῆ καὶ τῶν ἐπιτηδείων ἀφθονία πολλή. Ὁ δ' Ἀμβουλχαρὲ τὸ ∆υρράχιον καταλαβὼν ἐξ ἐκείνου τε εἰς τὴν Βάριν περαιωθείς, πυθόμενος ὅτι τὸ Ῥήγιον ἑάλω, ἔμεινεν αὐτὸς ἐν τῇ Βάρει κἀκεῖθεν, ὡς ἦν δυνατόν, τῶν ἔτι τὰ Ῥωμαίων φρονουσῶν ἀντείχετο πόλεων, στρατηγούς τε ἐφιστῶν καὶ στρατὸν ἐπιπέμπων εἰς φυλακήν· ἔτι γὰρ ἐφρόνουν τὰ Ῥωμαίων ἥ τε Βάρις καὶ ἡ Ὑδροῦς, ἡ Καλλίπολις, ὁ Τάρας, τὸ Βρενδήσιον καὶ αἱ 169 Ὧραι καὶ ἄλλα πολίχνια ἱκανὰ καὶ πᾶσα ἡ χώρα ἁπλῶς. Ἐν τῷ