δράσαιεν. ἤδη δὲ πρὸς ἀλκὴν ὁρμᾷν διαλογιζομένων, καὶ ῥωμαλέως τοῖς ἐναντίοις συστάδην ἀντικαθίστασθαι, τῆς ἕω τηλαυγῶς ὑπαυγαζούσης, προέφθασε τὴν ἐκείνων ὁρμὴν ὁ στρατοπεδάρχης Πέτρος, μετὰ τῆς δυνάμεως εἰς τὴν πόλιν διὰ τῶν πυλῶν εἰσελάσας, ἃς οἱ προκατασχόντες τὸ ἄστυ Ῥωμαῖοι αὐτῷ ἀνεπέτασαν. Ἀντιοχεῖς δὲ πρὸς τοσαύτην στρατιὰν μηδὲ ἀντωπεῖν ἐξισχύοντες, τὰ ὅπλα ῥίψαντες, εἰς ἱκετείαν ἐτράποντο. οὓς ὁ στρατοπεδάρχης ἀνδραποδισάμενος, καὶ τὴν πυρκαϊὰν ἀποσβέσας, καὶ τῶν σύλων ἐξελὼν τὰ πρωτόλεια, τήν τε πόλιν κατὰ κράτος κατεῖχε, καὶ τῶν τειχῶν τὰ ἐπισφαλῆ ἐκρατύνετο. εʹ. Ἀλλ' οὕτω μὲν ἡ περιφανὴς καὶ μεγάλη Ἀντιόχεια πρὸς τῶν Ῥωμαίων ἥλω τε καὶ ἐπορθήθη. τὴν γοῦν ταύτης ὁ αὐτοκράτωρ διακούσας κατάσχεσιν, ἐγεγήθει τε, καὶ τῷ κρείττονι 83 εὐχαριστήρια ἔθυσεν. ἔτυχε δὲ τότε τὴν τῶν Ἀσωμάτων ἀπαντῆσαι σύναξιν, ἐν ᾗ καὶ μοναχόν τινα λέγεται τῶν ἐρημικῶν ἐπιστόλιον ἐπιδόντα τῷ βασιλεῖ, ἐκποδὼν ἐξαυτῆς οἴχεσθαι. τὸν δὲ ἀνελῖξαί τε τοῦτο, καὶ τὸν νοῦν αὐτοῦ ἀναλέξασθαι· εἶναι δὲ τὴν τούτου ἔμφασιν τοιαύτην· ἐμοὶ τῷ σκώληκι παρὰ τῆς προνοίας ἀπεκαλύφθη, βασιλεῦ, μεταναστῆναί σε τῶν τῇδε τῷ μετὰ τὸν παρελθόντα Σεπτέμβριον τρίτῳ μηνί. πολλὰ τοίνυν ἀναψηλαφήσας ὁ βασιλεὺς, οὐχ εὗρε τὸν μοναχόν. ἐντεῦθεν ἐν κατηφείᾳ διῆγε καὶ σκυθρωπότητι· ἐπὶ κλίνης τε τὸ παράπαν ἔκτοτε οὐκ ἐβουλήθη διαναπαύσασθαι, ἀλλ' ἐπ' ἐδάφους ὑποστρωννύων δέρμα παρδάλεως, καὶ κοκκοβαφῆ πῖλον, ἐπὶ τούτων ἐκάθευδε, μανδύῃ τῷ τοῦ μοναχοῦ Μιχαὴλ καὶ θείου αὐτοῦ, ᾧ Μαλεΐνος ἐπώνυμον, ἄνωθεν ἐπικαλύπτων αὑτοῦ τὸ σωμάτιον· ἐν οἷς εἴθιστο καθεύδειν, ὁπηνίκα τῶν δεσποτικῶν ἑορτῶν τις εἰσήλαυνε, καὶ τῶν μυστηρίων Χριστοῦ τῶν ἀχράντων ἠβούλετο μετασχεῖν. κατὰ ταύτας δὲ τὰς ἡμέρας συνέβη καὶ τὸν Καίσαρα Βάρδαν, τὸν τοῦ αὐτοκράτορος Νικηφόρου πατέρα, τοῦ βίου μεταναστῆναι, ὑπὲρ τὰ ἐννενήκοντα ἔτη διαβιώσαντα, κἀν τοῖς στρατιωτικοῖς καταλόγοις ἐξ αὐτῆς ἥβης καταγηράσαντα, καὶ πολλὰ τρόπαια καὶ νίκας ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασιν ἀναδησάμενον. ὃν ἐπένθησεν ὁ βασιλεὺς τεθνηκότα, ὡς τὸ εἰκὸς , ἐκ τῶν ἀνακτόρων τε καὶ μέχρι τῆς ἑστίας αὐτοῦ κατὰ μεσημβρίαν κειμένης τοῦ ἄστεος, πρὸς τὸ κάταντες τῆς ἐπὶ θάλασσαν 84 φερούσης ὁδοῦ, ἵνα ὁ τῆς Σοφίας λιμὴν ἥπλωται, τὸν τούτου νεκρὸν προέπεμψε, καὶ τῇ σορῷ περιέστειλε. μετὰ δέ τινας ἡμέρας τοῦ ἐπὶ τῷ πατρὶ πένθους τῷ βασιλεῖ ὑπολωφήσαντος, εὐκαιρίας ἡ Αὐγούστα Θεοφανὼ δραξαμένη, πρόσεισι τούτῳ καταμόνας, πολλὴν συνείρουσα λόγων πειθὼ, Ἰωάννην τε τὸν Μάγιστρον, ᾧ Τζιμισκῆς τὸ ἐπώνυμον, οὐκ ἀνίη ἐξαιτουμένη, προσλιπαροῦσά τε καὶ ποτνιωμένη. καὶ δικαίαν δῆθεν τὴν σκῆψιν προτεινομένη, καὶ, ἵνα τί πάντα μέτρῳ καὶ σταθμῷ ῥυθμίζων τὰ σὰ, βασιλεῦ, ὡς ἀκριβῆ στάθμην εἶναί σε καὶ κανόνα σωφροσύνης εὐθύτατον, παρορᾷς ἄνδρα γενναῖον οὕτω καὶ νεανικὸν, ἀριπρεπῆ τε κατὰ τὰς μάχας τυγχάνοντα καὶ ἀκαταγώνιστον, ἐγκυλινδεῖσθαι τῷ βορβόρῳ τῶν ἡδονῶν, καὶ βίον μεταδιώκειν παρεξηυλημένον καὶ ἄνετον, σφριγῶντα καὶ αὐτὴν τῆς ἡλικίας ἄγοντα τὴν ἀκμὴν, καὶ ταῦτα αὐτανεψιὸν τοῦ σοῦ πεφηνότα κράτους, λαμπράν τε τοῦ γένους ἕλκοντα τὴν σειράν; ἀλλ', εἰ δοκεῖ, κέλευε τὴν ταχίστην, τῶν χώρων ἵνα διατρίβει ἀπάραντα , ἀφικέσθαι τε πρὸς ἡμᾶς καὶ συζύγῳ τῶν εὐγενῶν ἁρμοσθῆναι. τὴν γὰρ ἤδη νόμῳ γάμου προσαρμοσθεῖσαν αὐτῷ ὁ πικρὸς, ὡς οἶσθα, καὶ λυσιμελὴς ἐξεθέρισε θάνατος. εἶξον λοιπὸν, βασιλεῦ, καὶ εἰσηγουμένῃ τὰ δέοντα πείσθητι, καὶ μὴ προκείσθω ταῖς ἀκολάστοις γλώσσαις κωμῳδία καὶ σαρκασμὸς ὁ ἐκ τοῦ σοῦ γένους ἀναδραμὼν, κἀν