ἔρημον ἀνθρώπων καταλειφθῆναι παντάπασιν. ὅσοι δὲ προσῆλθον τῷ τῶν Ῥωμαίων βασιλεῖ (καὶ γὰρ προσῆλθον τινές), χώραν λαβόντες δημοσίαν ἀπὸ τῆς Μακεδονικῆς τὰ Ῥωμαίων ἐφρόνησαν, καὶ σύμμαχοι τούτων ἐξ ἐκείνου μέχρι τῆς δεῦρο γεγόνασι, καθὰ δὴ καὶ τῶν Πατζινάκων τινές, ὅσοι τούτοις παρωμοιωμένως μετέθεντο, καὶ ἀξιωμάτων συγκλητικῶν καὶ λαμπρῶν ἠξιώθησαν. Πρὸ δὲ τούτου τοῦ ἔτους, κατὰ τὸν σεπτέμβριον μῆνα 88 δηλαδὴ τῆς δευτέρας ἐπινεμήσεως, εἰκοστὴν καὶ τρίτην ἄγοντος τοῦ αὐτοῦ μηνός, περὶ δευτέραν νυκτὸς φυλακὴν γέγονεν ἀθρόον σεισμὸς τῶν πώποτε γενομένων ἐκπληκτικώτερος, ἐκ τῶν ἑσπερίων μερῶν ἀρξάμενος. τοσοῦτος δὲ ἦν τὸ μέγεθος ὡς καὶ οἰκίας ἀνατρέψαι πολλάς, ὀλίγας δὲ ἀνυβρίστους καταλιπεῖν. οὐδὲ ναοὶ τῆς τούτου σφοδρότητος ἀθιγεῖς μεμενήκασιν ἀλλὰ καὶ αὐτοὶ κατά τινα μέρη, ἔστι δ' οἷς καὶ τὰ πλεῖστα περιερράγησαν· καὶ κίονες ὥσπερ τισὶ λαξευτηρίοις περιεδρύφθησαν. οὐ γὰρ ἅπαξ προσβαλών, ὡς τὰ πολλὰ εἰώθει, ἐλώφησεν, ἀλλὰ μετὰ σφοδρότητος κινήσεις τρεῖς προσεχῶς ἐτελέσθησαν. ἀφ' ὧν κωκυτὸς μέγιστος καὶ φόβος ὅσος οὐδέπω τοῖς ἀνθρώποις ἐπέπεσε, καὶ τῶν οἰκιῶν ἐξιόντες τὸ σύνηθες ἐπιφώνημα πρὸς θεὸν ἀνεβόων, καὶ γυναῖκες θαλαμευόμεναι, τῷ φόβῳ κατασεισθῆναι, τὴν αἰδῶ περιεῖλον καὶ τοῖς ὑπαίθροις ἐφίσταντο, τὴν αὐτὴν ἐπαφιεῖσαι φωνήν. εἶτα τῆς νυκτὸς ἐκείνης ἄχρι τῶν δέκα καὶ δώδεκα τρόμοι τῆς γῆς ἠκολούθησαν, τῶν προηγησαμένων πολλῷ τῷ περιόντι ἐλάττονες· ἢ γὰρ ἄν, εἰ τοῖς πρώην ἐξίσωνται, οὐδὲν ἦν τὸ κωλῦσον μὴ οὐχὶ πᾶσαν ὁμοῦ τὴν κτῆσιν δι' ἧς ἐπεπόλασε καὶ ἣν ἐπῆλθεν, ἐκ βάθρων αὐτῶν ἀνατραπῆναι καὶ εἰς οὐδὲν χρησιμεῦσαι, καὶ παγγενεὶ τοὺς οἰκήτορας πάντας οἰκτίστου θανάτου γεύσασθαι. καθ' ὃν δὴ λόγον καὶ τοῖς φυσιολογοῦσι περὶ σεισμῶν ὡς εἰκῇ καὶ ἀναισθήτως διὰ τῆς τοῦ ὕδατος ἐν 89 τοῖς κοίλοις τῆς γῆς κινήσεως καὶ τῆς τῶν ἀνέμων ἐν τούτοις 89 δινήσεως ὁ κλόνος προσγίνεται, ἀνατέτραπται τὸ ἐννόημα. εἰ γὰρ ἐκ μόνης τῆς βίας αὐτῶν, ὁπόταν ἐν τοῖς κοιλώμασι τῆς γῆς περιελιχθεῖεν καὶ διάπνοιαν συμπεπιλημένην λάβοιεν, καθὼς οὗτοι φασίν, ἡ συγκίνησις ἐκτελοῖτο, κἂν ἀταξίαν εἶχεν ὁ κλόνος καὶ οὐχὶ μέχρι πτώσεως ἀκαταπτώτου τὴν ἄπλετον ἔληγεν ὁρμήν, ἵνα μὴ τὸ πᾶν αὐτίκα καταποθῇ. νῦν δὲ διὰ τῆς τοσαύτης καὶ συμμέτρου παρακινήσεως δείκνυται θεοσημίας ἔργον ὁ κλόνος, εἰς ἀναστολὴν καὶ παίδευσιν τῶν ἀνθρωπίνων ὁρμῶν, καὶ τῆς θείας ἀνεξικακίας ἡ ἐπιτίμησις, ἐφ' ᾧ μὴ ἄρδην ἀπολέσθαι τὸ γένος, ἀλλ' ἐπιστρέψαι πρὸς τὰ βελτίονα. τὸ δ' ἐξ ἐπιπνοίας ἀνεμιαίας εἴτε μὴν ὑδάτων κινήσεως γίνεσθαι τὸν σεισμὸν οὐκ ἄκαιρον οὐδ' αὐτὸ πρὸς φυσικὴν συγκατασκευήν. ἐνδέχεται γὰρ τοῦτο καὶ πάνυ· ἀλλ' οὐκ αὐτομάτως ἡ ἐπισκίρτησις (τοῦτο γάρ ἐστι τὸ ἀνατρεπόμενον παρ' ἡμῶν), ἀλλ' ἐκ θείου βουλήματος, ὅτι μὴ ἀμέσως τὸ θεῖον τὰ περὶ τὴν γηίνην φύσιν οἰκονομεῖ. οὕτω γὰρ καὶ ὑετοῦ ἡ νεφῶν συμπίλησις καὶ βροντῆς ἡ τούτων σύγκρουσις καὶ ἀστραπῆς ἐπὶ ταύτῃ παραίτιοι καταφαίνονται· ἀλλὰ τὸ πᾶν τῆς θείας γνώμης κατὰ τοὺς εὐσεβοῦντας ἐξήρτηται. Ἐν δὲ τοῖς Μακεδονικοῖς μέρεσιν αἱ παράλιοι πόλεις κατ' ἐκείνην τὴν νύκτα μᾶλλον τῶν ἄλλων πεπόνθασι, Ῥαι 90 δεστός τε φημὶ καὶ Πάνιον καὶ αὐτὸ Μυριόφυτον, ὡς καὶ μέρη τυχὸν ἐξ αὐτῆς ὑποβάθρας ἀνατραπῆναι καὶ πλείστας οἰκίας, καὶ φόνον ἐπιγενέσθαι πολλοῖς. ἐν δὲ τῷ Ἑλλησπόντῳ ἡ Κύζικος, ὁπότε καὶ τὸ ἐν αὐτῇ Ἑλληνικὸν ἱερὸν κατεσείσθη καὶ τῷ πλείστῳ μέρει κατέπεσε, μέγιστον ὂν χρῆμα πρὸς θέαν δι' ὀχυρότητα καὶ λίθου τοῦ καλλίστου τε καὶ μεγίστου τεχνικωτάτην ἁρμονίαν τε καὶ ἀνοικοδομὴν καὶ ὕψους καὶ μεγέθους διάρκειαν. Ἀπὸ τότε δὲ καὶ μέχρις ἐνιαυτῶν δύο σποράδες ἐπεφοίτων σεισμοὶ κατὰ διαφόρους καιρούς. καὶ τὸ θάμβος μέγιστον ὅσον