γοῦν ἰχθύες ταύτην μὴ ἔχοντες διὰ τῶν βραγχίων καταψύχονται. τὰ ἔχοντα ἀρτηρίαν ἔχουσι καὶ πνεύμονα. οἱ ἰχθύες οὔτε ταῦτα ἔχει οὔτε καρδίαν. Τετραχῶς τὸ ἄγευστον· ἢ τὸ δυνάμενον χυμωθῆναι, ὡς τὸ ὕδωρ ἄποιον ὄν, ἢ τὸ ταῖς ἄλλαις αἰσθήσεσιν ὑποκείμενον, ὡς ψόφος, ἢ τὸ μικρὰν ἔχον γεῦσιν, ὡς τὰ ὑδαρὰ τῶν ῥοφημάτων, ἢ τὰ κακόγευστα, ὡς τὰ δηλητήρια. καὶ ἐπὶ τῶν ἄλλων δὲ αἰσθήσεων τὰ τέτταρα ταῦτα διαγινώσκεται σημαινόμενα. 58 Ἀρχαὶ τοῦ γευστοῦ τὸ ποτὸν ὡς τελειωτικὸν καὶ τὸ ἄποτον ὡς φθαρτικὸν τῆς γεύσεως διὰ μοχθηρὸν χυμόν. Τὸ ὑγρὸν ὡς μὲν ὑγρὸν ἁπτόν, ὡς δὲ τοιόνδε γευστόν. Ἡ γλῶττα ὑπὸ μὲν τῶν ἄλλων χυμῶν ὑγραίνεται, ὑπὸ δὲ τῶν τεταριχευμένων καὶ λοιπῶν ξηραίνεται, ἐξικμαζόντων τῶν τοιούτων τὴν ὑγρότητα αὐτῆς. Οἱ τὴν γλῶτταν λείαν ἢ ξηρὰν ἢ ὑγρὰν ἔχοντες οὐκ ἀντιλαμβάνονται τῶν γευστῶν, διότι ἡ ἐν αὐτῇ ὑγρότης ἔγχυμος οὖσα αὕτη γίνεται πρώτη γλώττης ἁφή, οὐκ ἐῶσα ἀντιλαμβάνεσθαι τῶν ἔξωθεν. ὡσαύτως καὶ ὁ ἔχων τὴν γλῶτταν ἄγαν ξηρὰν ἧττον αἰσθάνεται· δεῖ γὰρ παθεῖν τι τὸ αἰσθητήριον ὑπὸ τοῦ γευστοῦ ὑγροῦ ὄντος, τὸ δὲ ἄγαν ξηρὸν ἧττον πάσχει ὑπὸ τοῦ ὑγροῦ, ὡς αἱ ἐξηραμέναι τῶν βυρσῶν ἧττον πάσχουσιν ὑπὸ τοῦ ὑγροῦ. Ὥσπερ τῶν χρωμάτων τὰ μὲν ἁπλᾶ, ὡς λευκὸν καὶ μέλαν, τὰ δὲ σύνθετα, καὶ ἐγγυτέρω μὲν τοῦ λευκοῦ τὸ ξανθόν, τοῦ δὲ μέλανος τὸ κυανοῦν, τὰ δὲ μεταξύ, φαιόν, ἐρυθρόν, οὕτω καὶ ἐπὶ τῶν χυμῶν ἁπλᾶ γλυκὺ καὶ πικρόν, τὰ δ' ἄλλα μικτά, ἐγγύτερον τοῦ γλυκαίνειν τὸ λιπαρόν, τὸ ἁλμυρὸν τοῦ πικροῦ, τὰ δ' ἄλλα μεταξύ. ἰστέον δὲ ὡς οὐ τὰ μεταξὺ καὶ μικτά, ἀλλὰ ἀνάπαλιν. μεταξὺ δὲ λέγεται ὡς μηδετέρου τῶν ἄκρων μετέχοντα. οἱ ἅλες ἐκ πικροῦ καὶ γλυκέος, τὸ δριμὺ αὐστηρὸν καὶ ὀξύ. Ἀριστοτέλης ὀκτὼ εἴδη χυμῶν λέγει, γλυκὺ πικρὸν τὰ ἄκρα, ἐγγὺς τοῦ γλυκέος τὸ λιπαρὸν καὶ τοῦ πικροῦ τὸ ἁλμυρόν, ἐν μέσῳ στρυφνόν, αὐστηρόν, δριμύ, ὀξύ. ὁ Γαληνὸς ἄκρους λέγει δριμὺν καὶ ὀξύν, ὡς πρὸς τὰς ἁπτὰς ἰδὼν ποιότητας· ἄκρον γὰρ κατὰ θερμότητα τὸ δριμύ, κατὰ ψῦξιν τὸ ὀξύ. ὁ δ' ὡς φιλόσοφος πρὸς τὰ γευστὰ ἑώρακε. Πλάτων ἑπτὰ λέγει χυμούς, ὅτι τό γέ τι μετὰ ἡδύτητος γλυκὺ αὐτὸ [ποιεῖ, εἰ] δὲ χωρὶς τούτου, λιπαρόν, καὶ ἄκρα λέγει ὀξύ, δριμύ, πάρακρα πρὸς τὸ ὀξὺ τὸ στρυφνόν, πρὸς τὸ δριμὺ τὸ πικρόν, παράμ[εσα] πρὸς τὸ πικρὸν τὸ ἁλμυρόν, πρὸς τὸ στρυφνὸν τὸ αὐστηρόν, μέσον τὸ γλυκύ. ἀνατίθησιν οὖν τὸ ὀξὺ τῷ Ἑρμῇ, τὸ δριμὺ τῷ Ἄρει, πικρὸν Σελήνῃ, γλυκὺ Ἡλίῳ, ἁλμυρὸν Ἀφροδίτῃ, αὐστηρὸν ∆ιί,στρυφνὸν Κρόνῳ. Ἅπασα αἴσθησις περὶ μίαν ἐναντίωσιν καταγίνεται, ἡ δὲ ἁφὴ περὶ πλείους οὐχ ὑπαλλήλους, θερμόν, ψυχρόν, ξηρόν, ὑγρόν, βαρύ, κοῦφον 59 καὶ λοιπόν· οὐκ [ἄρα] αἴσθησις μία. ἔτι πᾶσα ἡ αἴσθησις μία περὶ ἓν γένος καταγίνεται, ἡ δὲ ἁφὴ οὐ περὶ ἓν ὠνομασμένον ἢ ἀνώνυμον τῶν οἰκείων αὐτῆς αἰσθητῶν περιεκτικόν. εἰ δὲ λέγομεν λευκὴν καὶ μέλαιναν φωνήν, κατὰ ἀναλογίαν λέγομεν· τὸ γὰρ λευκὸν καὶ μέλαν τῆς ὄψεως. καὶ τὸ μέγα καὶ μικρὸν εἰ καὶ ἐν ἄλλοις λέγεται, ἀλλὰ κυρίως τῆς ἀκουστικῆς, καὶ <ὁμοίως> ἐπὶ τῶν λοιπῶν. ἔτι ἐπὶ μὲν τῶν ἁπτῶν αἱ ἀντιθέσεις πάντῃ εἰσὶ κεχωρισμέναι, ἐν δὲ ταῖς ἄλλαις αἰσθήσεσιν ἴσως ἔχουσί τινα κοινωνίαν. Ἀναιρεῖ τις τὴν τοιαύτην δόξαν λέγων «εἰ ἓν αἰσθητήριον τῆς ἁφῆς, ἡ σάρξ, μία καὶ ἡ αἴσθησις». οὐκ ἔστιν· γλῶττα καὶ γὰρ μία, διαφόρους δὲ ἔχει αἰσθήσεις. ἡ σὰρξ αἰσθητήριόν ἐστιν, ἐπειδὴ ἀχρόνως ἅμα τῷ θιγεῖν τῇ σαρκὶ τῶν ἁπτῶν ἀντιλαμβανόμεθα αὐτῶν. εἰ γὰρ μὴ ἦν, ἔδει χρόνου τινὸς εἰς ἀντίληψιν, ὡς ἡ ἀκοὴ μέσον ἔχουσα τὸν ἀέρα δεῖ χρόνου, ὥστε παθεῖν αὐτόν, καὶ ἐν ταῖς λοιπαῖς. ἔτι ἄλλο αἰσθητήριον ἁπτικὸν παρὰ τὴν σάρκα οὐκ ἔχομεν. ἔτι ἐν τοῖς ἄλλοις ἐστί τι μεταξύ, τοῦτο δὲ οὐκ ἔστιν εἰ μὴ ἡ σάρξ ἐστιν ἁπτική. ἀντιθέσεις· οὐ διὰ τὸ ἄχρονον αἰσθητήριόν ἐστιν ἡ σάρξ (φύσει γὰρ ἔχει τοῦτο), ὅτι καὶ ὑμένος ἐπιτεθέντος ἀλλοτρίου τῇ σαρκὶ οὐδὲν ἧττον ἁπτόμεθα καὶ αἰσθανόμεθα. ὅτι δὲ οὐ πλείονά εἰσι τὰ