συνερείδοντες· συγκατερρήγνυντο τοῖχοι αὐταῖς εἰκόσι τε καὶ ἀγάλμασι. καὶ ἦν πάντα ὥσπερ ἐν συσσεισμῷ, ἀέρος ἀμαυρουμένου, γῆς ἀναβρασσομένης, θεμελίων ἀναρρηγνυμένων καὶ ἀντικινουμένων ἀλλήλοις, μᾶλλον δὲ ἀντιρρηγνυμένων καὶ καινόν τινα ἦχον ἀποτελούντων. εἶδον ταῦτα πολλοί, μαλλον δὲ καὶ νῦν ὁρῶσι καὶ πολλὰ τῶν ὀφθαλμῶν κατασπένδουσι δάκρυα· καὶ οὐδεὶς ἐκεῖθεν ἀδαμαντίνην ἔχων καρδίαν ἀδακρυτὶ παρελήλυθεν. ἐγὼ δὲ ταῦτα μὲν ἧττον θρηνῶ, ὀξύτερον δὲ τῶν πολλῶν ὁρῶν ζητῶ τὸ ἄδυτον, τοὺς θυΐσκους, τὰ σπονδεῖα, τὸ ἱλαστήριον. ἡ τοῦ κυρίου τράπεζα ποῦ; οἱ ἀνέχοντες κίονες; οἱ περιζωννύντες; εἰ δ' ἐκεῖνα οὐδὲν οὐδαμοῦ, ἀλλὰ συγκατέστραπται πάντα καὶ συνηφάνισται. ἆρά γε μετὰ ταῦτα τειχίῳ τινὶ τὸ ἄδυτον περιείληφεν, ἵνα καὶ αὖθις εἴη τοῖς πολλοῖς ἄβατον; ἆρά γε ὀχλήματα πρὸ θυρῶν ἁπλῶς οὑτωσὶ περιέθηκε; πολλοῦ γε καὶ δεῖ. καὶ ἵνα γε τὸ ἀληθὲς τοῦ λόγου κατίδωμεν, δεῦρ' ἴτε κοινῇ πρὸς τὸν τοῦ ἀποστόλου Ἀνδρέου νεών. ἐγὼ δέ, ἢν μὲν βούλησθε, καθηγήσομαι, ἢν δὲ σύνιστε ὅπῃ τῆς πόλεως καθίδρυτο πρίν, συνέψομαι. καὶ δῆτα βεβαδίκαμεν-ἀλλὰ βαβαὶ τῆς τῶν ἐγνωσμένων μεταλλαγῆς τε καὶ καταστάσεως. οὐδὲν γὰρ οὐδαμοῦ, ἀλλ' ἀχλὺς πάντα καὶ κενὸς ὁ ἀὴρ καὶ οὐδὲ ἴχνη σαφῆ τοῦ σηκοῦ. οἱ δὲ ὄχθοι τίνες; αἱ δὲ διωρυχαί; παπαῖ δὲ καὶ τῆς τῶν κυνῶν ὑλακῆς καὶ τῆς τῶν λίθων τομῆς καὶ τῆς τῶν πριόνων ἀκμῆς. τοῦτο μὲν οὖν τὸ ἄδυτον, ἔνθα τῶν κυνῶν ἡ μὲν γεννῴη, ὁ δὲ θατέρῳ τῶν ποδῶν ἀποκνᾷ τὴν ἰξύν. ἐκεῖνος δέ- ἔνθα τὸ ἱλαστήριον, τὸ δὲ ὑπορύττει σῦς ἀμφοῖν τοῖν ποδοῖν. ἀλλ' ὤ μοι τῶν κακῶν. ἡμίονοι ἐντεῦθεν καὶ ζεύγη ἐκεῖθεν βοῶν· καὶ δυσωδίας πάντα μεστά, ἔνθα τὸ καλλιέρημα, ἔνθα ἡ τοῦ θυμιάματος σύνθεσις. ἆρ' ἀνεχτὰ ὑμῶν ταῦτα τοῖς ὀφθαλμοῖς ἢ καὶ ὑμεῖς εὐθέως ἐσκυθρωπάκατε; ἀλλά μοι τὸ φρικωδέστερον ἐνθυμήθητε. ἐνταῦθα γὰρ ὁ τοῦ μεγάλου ἀρχιερέως θρόνος καθίδρυτο, φημὶ δὴ τοῦ θεοῦ, καὶ τὰ μεγάλα ἐκεῖνα ἐτελέσθη μυστήρια, τὸ μέγα θῦμα, τὰ μετ' ἐκεῖνο αὐτοθελῆ σφάγια, τὰ μύρα, τὸ ἔλαιον, ἡ μῖξις, ἡ σύνθεσις, οἱ τύποι τῶν ἀτυπώτων, τῶν πρωτοτύπων τὰ σύμβολα. ποῦ ποτε ταῦτα; οἴχεται, ἀπέρριπται, συνεξηφάνισται τὰ θειότατα. ποῦ ποτέ μοι τὸ ἁγνὸν ὕδωρ καὶ ὁ λαμπτὴρ καὶ τὸ ἀπρόσιτον φῶς; ποῦ ποτέ μοι ὁ μαργαρίτης; ποῦ δὲ ἡ καινὴ θυσία; ποῦ δὲ ἡ τράπεζα καὶ ἡ ἑτοιμασία; ποῦ δὲ ὁ ἀπείργων περίβολος, αἱ κιγκλίδες, τὰ παρασκήνια; πάντα μία κατέστρεψε χείρ. Ἀλλά μοι μικρὸν μετενεγκόντες τὸν ὀφθαλμὸν τὰ κατόπιν ἴδωμεν τοῦ νεώ. τί ποτ' οὖν ταῦτα; τύμβοι κενοί. ἀλλ' ἐρώμεθα τοὺς διαιροῦντας. μή τι νῦν πρώτως ὁ μέγας πατὴρ λατομήσας τοὺς λίθους εἰς ὃ νῦν ὁρῶμεν σχῆμα διετυπώσατο; ἀκούετε ἃ λέγουσιν· "παλαιὰ τὰ ὁρώμενα πολυάνδρια, κάτω που κατορωρυγμένα τῆς γῆς, ἀλλ' ὁ μέγας πατὴρ καὶ τὰ θεσμῷ κεκαλυμμένα φύσεως ἀναρρήξας ὑπ' ὄψιν ἅπασι τέθεικε." βαβαὶ τοῦ θεάματος, ὁρῶ γὰρ καὶ τῶν σωμάτων ἔνια διαλελυμένα καὶ διερριμμένα καὶ γυψὶ καὶ κυσὶν εἰς βρῶσιν προκείμενα· τοῦτο κεφαλή, ὡς οὖν εἰκάσαι ἀπὸ τοῦ σχήματος· ἐκεῖνο αὐχήν, ᾗ νωτιαῖοι κατηγοροῦσιν οἱ σπόνδυλοι· ταῦτα χεῖρες, ἐκεῖνα πόδες· τοῦτο στήθους ὀστοῦν, ἐκεῖνο τάχα ἰγνύς. τίς δ' οἶδεν εἰ ἄρρενες ἢ θήλειαι τὰ ὁρώμενα; τὸ δὲ πτύον τί βούλεται; ὁρᾶτε τὸν ἀπέναντι βόθυνον τὸν πρὸς τῇ λεωφόρῳ, ἔνθα τὸ στόμιον; ἐκεῖ ταῦτα τὸ πτύον ὠθεῖ, μᾶλλον δὲ ὁ διαχειριζόμενος τοῦτο, ὃν δήπου δὴ καὶ ὁρᾶτε. ἀλλὰ τί ποτε, παρανομώτατε σύ, οὕτω τὸ κρανίον παίσας ἠλόησας; τί δὲ διέρρηξας τὸ ὀστοῦν; τί ποτε ταῦτα, ὦ φίλοι καὶ μύσται καὶ μυσταγωγοὶ τῆς εὐσεβείας καὶ κήρυκες; ἐγὼ μὲν οὐκ οἶδ' ὅστις καὶ γένωμαι τοῖς πάθεσι συγχεόμενος· πάσχοιτε δὲ καὶ ὑμεῖς τὸ εὐσεβὲς πάθημα καὶ μακάριον. πάλιν Νέρων μαίνεται καὶ κατάρχει τοῦ ἀσεβήματος. πάλιν ∆ομετιανὸς προσθήκας ἐπινοεῖται, καὶ Τραϊανὸς ἐπαυξάνει τὸν διωγμὸν καὶ τοῖς προηθληκόσιν ἐπέξεισι. πάλιν τὰ τοῦ Προδρόμου ὀστᾶ