15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
οὐκ ἀνάλογος τοῖς πλημμελήμασιν ἡ μετάνοια, ἀλλὰ σύ, ὡς κύριος καὶ δυνάμενος ὅσα βούλει ποιεῖν καὶ νόμῳ μὴ ὑποκείμενος, τὴν δικαιοσύνην ἐλέῳ μοι κατακέρασον καὶ ἐλέησον, «κύριε, ἐλέησον». Ἔστι τις καὶ ἄλλη φύσις ἐλέους, ἥτις δὴ ἐπιγίνεται ἐλεεινολογουμέναις φωναῖς καὶ σχήμασι ταπεινοῖς· ἀτεχνῶς γὰρ καὶ θηριώδεις ψυχαὶ τῷ ἐλέῳ καταμαλάττονται, ὅταν τις διαρρήξῃ μὲν τὴν ἐσθῆτα, κόνιν δὲ καταχέῃ τῆς κεφαλῆς καὶ ἐλεεινὰ μέλη σοφίσηται, τὸ μὲν ἐκτραγῳδῶν τὰς ἑαυτοῦ συμφοράς, τὸ δὲ διεστραμμένα δεικνὺς τὰ μέρη τοῦ σώματος. ὥσπερ οὖν οὗτοι καὶ τὴν λίθου σκληροτέραν ψυχὴν πρὸς ἔλεον ἐπισπῶνται, οὕτως ἐπικάμπτομεν πρὸς ἡμᾶς τὸν θεόν, θρηνώδεις καὶ αὐτοὶ φωνὰς ἀναπέμποντες καὶ γοερῶς ἐφ' οἷς ἡμάρτομεν ἀπολοφυρόμενοι, «κύριε, ἐλέησον», οὐχὶ δικαίως, οὐδὲ κατὰ τὰ πεπραγμένα καὶ τὴν κρίσιν ἐπάγαγε. κἂν γάρ τις ἀπὸ σπαργάνων αὐτῶν μέχρι τελευταίας ἀναπνοῆς τὸν ἀσκητικὸν ἑλόμενος βίον ζήσῃ κατὰ θεόν, οὐδ' οὗτος «ἀπὸ ῥύπου» πέφυκε «καθαρός», ἀλλ' οὐδὲ πρὸς ἃ εὐηργέτηταί τις παρὰ τοῦ θεοῦ κατ' ἰσομοι ρίαν ἀνταπέδωκεν. ὡς οὖν ἐλλείπων ἔτι πρὸς ἀντισήκωσιν, εἰκότως βοᾷ· «κύριε, ἐλέησον». Ἔστι τις καὶ ἑτέρα βαθυτέρα καὶ μείζων ἔννοια. οὐδὲν ἀφ' ἑαυτοῦ προσάγει τῷ κρείττονι ἄνθρωπος, οὐδὲ γὰρ ὃ οὐκ ἔλαβε. κἂν γοῦν πάσας κατορθώσῃ τὰς ἰδέας τῶν ἀρετῶν, αὐτὰ δὴ προσάγει θεῷ, ὧν ἐκεῖθεν ἔσχε τὰς ἀφορμάς. ἐπεὶ οὖν οὐδὲν ἀποδιδοῦμεν τῷ θεῷ, ἀλλὰ τὸ πολλα πλάσιον ὧν εἰλήφαμεν ἀποδιδόαμεν, ὑπὲρ τοῦ ἐλλελειμμένου βοῶμεν· «κύριε, ἐλέησον», ὅτι μὴ τὸ χρέος σοι πᾶν ἀποδεδώκαμεν, μὴ πᾶσαν τὴν ψυχὴν ἀπεκαθήραμεν, μὴ τὸν νοῦν οἷον εἰλήφαμεν προσηγάγομεν· «κύριε, ἐλέησον». Ὢ πόσων δογμάτων τουτὶ πεπλήρωται τὸ ῥητόν. «ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, κύριε, τίς ὑποστήσεται;» εἰ λογισμῷ λογισμὸν πλήξεις, εἰ πράξει πρᾶξιν εὐθύνῃς, τίς τὴν μέλαιναν ὑπερπηδήσει ἀπόφασιν; διὰ τοῦτο «κύριε, ἐλέησον», τουτέστι καὶ τῷ κολαζομένῳ ὕφελέ τι τοῦ μέτρου τῆς τιμωρίας, καὶ τῷ τιμωμένῳ πολλαπλασίασον τὴν τιμήν. οὕτω γὰρ πείθομαι, φησὶν ὁ μέγας πατήρ, κολάζειν θεόν, ὥστε κἀνταῦθα κἀν τῷ μέλλοντι αἰῶνι ἐλέους αὐτῷ ἡ τιμωρία πεπλήρωται. «κύριε, ἐλέησον», τουτέστι καὶ τιμωρεῖν μέλλων μὴ κατὰ τὸ μέτρον τῆς ἀδικίας καὶ τὰς κολάσεις ἐπάγαγε, καὶ ἀγαθῦναι σπεύδων μὴ πρὸς τὸ τῆς καθάρσεως εἶδος τὴν ἀγαθότητα πάρασχε, ἀλλ' ἐπίτεινον ταύτην κατὰ τὴν ἀναλογίαν τῆς σῆς εὐεργέτιδος φύσεως. καὶ ἵνα τὰ πολλὰ συνελὼν εἴπω, οὐκ ἔστιν ὃ ποιεῖ θεὸς μὴ ἐλεῶν, ἀλλὰ καὶ καταπιμπρῶν καὶ καταθραύων καρδίαν καὶ σφακέλους ἐπάγων περὶ τὴν μήνιγγα καὶ τἆλλα πάντα ποιῶν ἐλεῶν δρᾷ· οὐ γὰρ ἵνα κακώσῃ, ἀλλ' ἵνα σώσῃ καὶ ὑγιάσῃ, ὥσπερ δή τις ἰατρὸς τῷ καθαρτηρίῳ φαρμάκῳ, καὶ καστόριον ἐπιβάλλει καὶ «πόλιον, ἃ δὴ ῥίγιστον ὄδωδε». Τὰ μὲν οὖν ἄλλα τῶν ὀνομάτων μεμερισμένως καὶ ἰδικῶς προσάγεται τῷ θεῷ, ἡ δὲ τοῦ ἐλέους προσηγορία συλληπτική ἐστι πασῶν αὐτοῦ τῶν δυνάμεων· διὰ τοῦτο ἀντὶ τῶν ἄλλων φωνῶν τοῦτο ἐξείλεκται καὶ κοινῷ στόματι παρὰ πάντων τῷ θεῷ ἀναπέμπεται.
14 λβʹ. Τοῦ αὐτοῦ εἰς τὸ «σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα» «Σοί» φησὶν ὁ ∆αυίδ «μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα», πρὸς τὸν θεὸν τοὺς ἱλαστηρίους λόγους ποιούμενος, «ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε». ζητεῖ δὲ ὁ λόγος πῶς μόνῳ προσκέκρουκε τῷ θεῷ,