31
εὐκολίας διέτεινεν. 9, 8 καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης. κατὰ μὲν τὴν ἱστορίαν· ὁ καὶ τὴν θάλασσαν, φησίν, ὑπὸ πόδας ἔχων καὶ διὰ τὸ τῆς φύσεως ἄυλον διὰ πάντων ὁδεύων καὶ πᾶσιν ἐφιστάμενος. ἔοικε δὲ προφητικῶς καὶ τὴν ἐνανθρώπησιν τοῦ λόγου σημαίνειν, ὅτε πρὸς τὴν ἀποστολικὴν ὁ κύριος ὁλκάδα παρεγένετο ἐπ' ἄκρων τῶν κυμάτων βαδίζων. 9, 910 ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα νότου· ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ὡς ἀνέγκλητος μὲν τούτοις τοῖς ὀνόμασιν ἐχρήσατο· τί γὰρ ἀδι 93 κοῦσι τὴν γραφὴν ὀνομαζόμενα παρ' αὐτῆς οὕτως ὡς ἀκούοντες ἄνθρωποι δύνανται νοεῖν; ἀπὸ μὲν τῶν περιφανεστέρων ἀστέρων τοὺς λοιποὺς περιέλαβεν καὶ οἱονεὶ εἶπεν ὅτι· ὁ πάντα τὸν οὐράνιον ποικίλας κόσμον. ἀπὸ δὲ τοῦ νότου τοὺς πάντας ἀνέμους ἐσήμανεν, ὡς καὶ ὁ μακάριος ἔφη ∆αυίδ· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. θησαυροὺς δὲ καὶ ταμεῖα ἀνέμων εἶπεν ἡ γραφή, ἵνα γνῶμεν, ὅτι ἀνέφικτοί εἰσιν οἱ περὶ τῶν ἀνέμων λόγοι. καὶ τί, φησίν, τὸ καθέκαστον λέγω; μεγάλα γάρ εἰσι καὶ ἀκατάληπτα καὶ ἀναρίθμητα τοῦ θεοῦ τὰ ἔργα. 9, 11 ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδ' ὧς ἔγνων. ἀλλὰ καὶ ἀόρατος καὶ ἀκατάληπτος τὴν φύσιν τυγχάνει, ὥστε ἄγνωστον ἡμῖν εἶναι, πῶς τε ἐν πᾶσι καὶ ἔξω πάντων καὶ ὑπὲρ πάντα τυγχάνει. 9, 1213 ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ' αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν. ἐάν, φησίν, τελείαν συντέλειαν ποιήσασθαι θελήσῃ, τίς ἀνασκευάσει τὰ αὐτῷ δοκοῦντα; ἓν δέ, φησίν, οἴδαμεν, ὅτι ἀπαθῶς κολάζει καὶ ἀοργήτως τιμωρεῖται, πάντα συμφερόντως οἰκονομῶν τὰ καθ' 94 ἡμᾶς. ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ· ὑπ' αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανὸν οὕτως ἐκδέδωκεν· _ὑ_π_ο_κ_ά_τ_ω_ _α_ὐ_τ_ο_ῦ_ _κ_α_μ_φ_θ_ή_σονται οἱ ἐπερειδόμενοι ἀλαζονείᾳ, ἵνα εἴπῃ, ὅτι καὶ τῶν ὑπερηφάνων κατασπᾷ τὴν ὀφρῦν. πρὸς δὲ διάνοιαν· ὑπ' αὐτοῦ ἐταπεινώθησαν τὰ πνευματικὰ τῆς πονηρίας, κήτη καλούμενα, ὅτι περὶ τοὺς κλύδωνας τῆς ψυχῆς διανήχονται. 9, 1415 ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου; ἐάν τε γὰρ δίκαιος ὦ, οὐχ ὑπακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήσομαι. εἰ δὲ καὶ ὑπακούσεταί μου καὶ ὄντως διακρινεῖ καὶ κατεξετάσει τὰ ἐμὰ ῥήματα καὶ δόξω κατὰ πάντα λόγον δίκαιος εἶναι, ἐπειδὴ μὴ κατὰ τὸν ἡμέτερον νοῦν ὁ θεὸς κρίνει, ἀλλ' ὑψηλότερά τε καὶ ἀνέφικτα ἡμῖν τὰ αὐτοῦ κρίματα, δικαίως οὐκ εἰσακούσεταί μου. διὸ μᾶλλον αὐτοῦ δεηθήσομαι, ἵνα φιλανθρώπως ἐξοίσῃ τὰ ἐπ' ἐμοὶ κρίματα. ταῦτα δὲ λέγει τὴν ὑπεροχὴν τοῦ κρίματος τοῦ θεοῦ θαυμάζων καὶ μονονουχὶ τὸ τοῦ ἀποστόλου λέγων· οὐδὲν μὲν ἐμαυτῷ σύνοιδα, πλὴν οὐκ ἐν τούτῳ δεδικαίωμαι. αἰτεῖ οὖν κατὰ χάριν ὑπὸ θεοῦ δικαιωθῆναι. 9, 1617 ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύω, ὅτι εἰσακήκοέν μου· μὴ γνόφῳ με ἐκτρίψει; ἐὰν δὲ καὶ ἐπικαλέσωμαι τὸν θεὸν καὶ θελήσῃ ὑπακοῦσαί μου τῆς δικαιολογίας, πάλιν δέδοικα, μὴ οὐ παρεδέξατο ταύτην καὶ ὡς καταιγὶς ἤτοι γνόφος ἀφανίσει με. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὁ γνόφος 95 κυκλοτερὴς πανταχόθεν περιλαμβάνων ἐστίν. κἂν δι' ἑνὸς οὖν, φησίν, μέρους δόξω δίκαιος εἶναι, δι' ἑτέρου ἐλέγχει με. 9, 17 πολλὰ δέ μου τὰ συντρίμματα ἐποίησεν διὰ κενῆς. ἓν δὲ οἶδα, φησίν, ὅτι αἰτίαν οὐκ ἐπίσταμαι, δι' ἣν οὕτω συντρίβομαι. τοῦτο γὰρ ἔοικε σημαίνειν τὸ διὰ κενῆς. ἢ καὶ τοῦτο λέγει, ὅτι οὐκ ἐδεῖτο θεὸς δοκιμάσαι με διὰ βασάνων· ᾔδει γάρ με καὶ πρὸ τῶν ἐτασμῶν. τοῦτο δὲ καὶ ὁ θεὸς πρὸς τὸν διάβολον ἔλεγε περὶ αὐτοῦ· σὺ δὲ εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. 9, 1819 οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας. ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται; ἐγὼ μὲν οὖν, φησίν, οὐδὲ ἀναπνεῦσαι ἀνωδύνως δύναμαι· λογιζόμενος δὲ τοῦ θεοῦ τὴν ἰσχὺν τολμηρὸν εἶναι ἀποφαίνομαι τὸ τοῖς αὐτοῦ κρίμασιν ἀνθίστασθαι. ταῦτα δὲ πάντα πρὸς τοὺς φίλους ἀποτεινόμενος λέγει τοὺς οἰομένους δι' ἁμαρτίας αὐτὸν κολάζεσθαι. 9, ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει. ἐὰν γὰρ τολμήσω