προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται, οὕτως ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ· εἴ τίς [τε] λαβὼν τὴν μνᾶν δεσμεύσει αὐτὴν ἐν σουδαρίῳ, ἀκούσεται τὸ «Ἔτι μικρὸν τὸ φῶς ἐν ὑμῖν ἐστιν»· ὅσον γὰρ οὐδέπω λέξεται τὸ «Ἄρατε ἀπ' αὐτοῦ τὴν μνᾶν», ἐπείπερ «ὁ ἐν ὀλίγῳ ἄδικος καὶ «ἐν πολλῷ ἄδικός ἐστι». καὶ οὕτω δ' ἄν τις τὰ κατὰ τὸν τόπον διηγήσαιτο· ὥσπερ ἡ βασιλεία τοῦ θεοῦ παρὰ Ἰουδαίοις ἦν, οὕτω καὶ τὸ φῶς ἐν αὐτοῖς ἐτύγχανε· καὶ ὥσπερ διὰ τὸ μὴ ἀποδεδωκέναι αὐτοὺς τοὺς ἐπιβάλλοντας τῇ βασιλείᾳ τοῦ θεοῦ καρποὺς ἤκουσαν τὸ «Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς», οὕτως ἐπείπερ ὄντος τοῦ φωτὸς ἐν αὐτοῖς οὐ περιεπάτησαν ὡς μὴ σκοτίαν αὐτοὺς λαβεῖν, διὰ τοῦτο μετὰ τὸν μικρὸν χρόνον τὸ ἐν αὐτοῖς φῶς ἀπ' αὐτῶν ἀφηρέθη καὶ ἐδόθη τῷ ποιοῦντι τοὺς καρποὺς τοῦ φωτὸς ἔθνει γενομένῳ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ χρηματίζοντι φῶς τοῦ κόσμου, καὶ τοῦτο εἰληφότι ἀπὸ τοῦ φήσαντος· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου». 92 Ὅτι γὰρ αὐτεξουσίους ἡμᾶς οἶδεν ἡ θεία γραφή, ψέγουσα μὲν ὡς παρ' ἑαυτοὺς ψεκτοὺς τοὺς ἁμαρτάνοντας, ἐπαινοῦσα δὲ ὡς παρὰ τὴν ἑαυτῶν αἰτίαν ἐπαινετοὺς τοὺς τηροῦντας τὴν θείαν ἐντολήν,
〚ἄκου σον τί φησιν ἐν τῷ ∆ευτερονομίῳ· «Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ «θεός σου αἰτεῖ παρά σου ἀλλ' ἢ φοβεῖσθαι Κύριον τὸν θεόν σου, «πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λα «τρεύειν Κυρίῳ τῷ θεῷ σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης τῆς «ψυχῆς σου, φυλάσσεσθαι τὰς ἐντολὰς τοῦ κυρίου καὶ τὰ δικαιώματα «αὐτοῦ, ὅσα ἐγώ σοι ἐντέλλομαι σήμερον, ἵνα εὖ ᾖ σοί;» ἐν δὲ τῷ Μιχαίᾳ· «Εἰ ἀναγγέλῃ σοι, ἄνθρωπε, τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ «παρά σου ἀλλ' ἢ τὸ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον «εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου
τοῦ θεοῦ σου;»〛 ὅσον οὖν ἐπὶ τούτοις δυνατόν ἐστιν ἕκαστον ἡμῶν γενέσθαι δίκαιον ἢ ἄδικον. νοήσεις οὖν τὸ «Ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ
ἐπώρωσεν «αὐτῶν τὰς καρδίας» ἀναφέρεσθαι ἐπὶ τὸν πονηρόν, 〚καθὰ προείρη ται, τυφλώσαντά τινων τοὺς ὀφθαλμοὺς καὶ πηρώσαντα αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ ἵνα μὴ νοήσωσι τῇ καρ δίᾳ, καὶ ἵνα μεταστραφῶσι καὶ ἰάσηται αὐτοὺς ὁ κύριος. οὐ γὰρ ὥσπερ εἴρηκεν· Τετύφλωκεν αὐτῶν τοὺς
ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,〛 οὕτω γέγραπται καὶ τὸ «Ἵνα μὴ στραφῶσι «καὶ ἰάσηται αὐτούς». ἄλλος οὖν ὁ τυφλῶν τοὺς ὀφθαλμοὺς καὶ πωρῶν
τὴν καρδίαν, καὶ ἄλλος ὁ τοὺς ἐπιστρέφοντας ἰώμενος 〚καὶ τοὺς συντετριμμένους τὴν καρδίαν καὶ τοὺς τυφλούς. καὶ ὁ ἀπόστο λος δὲ ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ τοῦτό φησιν· «Εἰ δέ ἐστι «κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἐστὶν κεκαλυμμένον, ἐν «οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, «εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τῆς δόξης τοῦ εὐαγγελίου τοῦ
«χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ».〛 καὶ οὐ θαυμαστὸν εἰ ὑποβάλ λοντες ἑαυτοὺς δι' ὧν ἥμαρτον τῷ πονηρῷ τυφλοῦνται τοὺς ὀφθαλ μοὺς ὑπ' αὐτοῦ καὶ πωροῦνται κατὰ τὸ θέλημα αὐτοῦ τὴν ἑαυτῶν καρδίαν, πάντα ποιοῦντος ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ στραφῶσιν. ἀλλὰ καὶ εἰς τὸ «∆ιὰ τοῦτο οὐκ ἠδύναντο «πιστεύειν» τοιαῦτα λεκτέον, ὅτι ὥσπερ ἐπὶ τοῦ ἀπὸ γενετῆς τυφλοῦ, ὃν
ὕστερον ὁ σωτὴρ ἡμῶν ἰάσατο, εἴ τις ἔλεγεν ὅτι Οὐδὲ δύναται 〚βλέπειν διὰ τὸ τυφλὸν εἶναι, οὐ τοῦτο ἔλεγεν, ὅτι οὐ δυνατὸν〛 αὐτόν ποτε ἰδεῖν· δυνατὸν γὰρ ἦν, Ἰησοῦ τῷ ἀνοῖξαι τοὺς ὀφθαλμοὺς 〚τῶν τυφλῶν χαριζομένου τοῖς τυφλοῖς τὸ βλέπειν〛, τοὺς τέως μὴ δυνη θέντας βλέπειν ὕστερον ἰδεῖν, οὕτω τούς ποτε μὴ