ἐκεῖσε διότι λόγους κατὰ Βασιλείου τοῦ ταύτης ἐπισκόπου συνετάξατο. ἐκεῖθεν δὲ εἰς τοὺς ἑαυτοῦ διάγειν ἀγροὺς ἀφείθη· ∆ακοροηνοὶ δὲ τοῖς ἀγροῖς τὸ ὄνομα. ἐνταῦθα δὲ αὐτόν φησι καὶ Φιλοστόργιος, εἰκοστὸν ἔτος ἄγων ἐν Κωνσταντινουπόλει παραγεγονώς, θεάσασθαι. ὑπερθειάζει τὸν Εὐνόμιον τήν τε σύνεσιν λέγων αὐτὸν εἶναι καὶ τὴν ἀρετὴν ἀπαράβλητον. ἀλλὰ καὶ τοῦ προσώπου τὸ σχῆμα καὶ τὰ μέρη εἰς τὸ εὐπρεπέστατον τοῖς λόγοις ἐξωραΐζει. καὶ τοὺς ἐκ τοῦ στόματος λόγους μαργαρίσιν ἐοικέναι· καίτοι προϊὼν τραυλὴν αὐτοῦ τὴν γλῶτταν καὶ μὴ θέλων συνομολογεῖ, οὐδὲ τὴν τραυλότητα ἐπαισχυνθεὶς εἰς πολλὴν ἀποσεμνύνειν γλαφυρότητα. ἀλλὰ καὶ τοὺς ἀλφούς, οἳ τὸ πρόσωπον αὐτοῦ κατεμάστιζόν τε καὶ κατέστιζον, κόσμον ἐμποιεῖν τῷ σώματι διατείνεται. τοὺς δὲ λόγους αὐτοῦ πάντας ἀποθειάζων. διαφέρειν τῶν ἄλλων ἐπὶ μᾶλλον λέγει τὰς ἐπιστολάς. 10.7 Ὅτι, Πλακιδίας ἀποβιούσης, ὁ βασιλεὺς Θεοδόσιος ὁ ταύτης ἀνὴρ Γάλλαν ἄγεται γυναῖκα, ἀδελφὴν μὲν τοῦ νεωτέρου Οὐαλεντινιανοῦ τοῦ βασιλέως, θυγατέρα δὲ τοῦ μεγάλου, ἣν αὐτῷ Ἰουστῖνα ἐγείνατο. αὕτη δὲ τὰ Ἀρείου ἔστεργεν. ἐξ αὐτῆς δὲ τῷ Θεοδοσίῳ καὶ ἡ θυγάτηρ Πλακιδία τίκτεται. 10.8 Ὅτι Θεοδόσιος κατὰ Θεσσαλονίκην τῷ Οὐαλεντινιανῷ συναφθεὶς στρατεύει κατὰ Μαξίμου τοῦ τυράννου. καὶ γὰρ ὁ τύραννος, τὴν Γρατιανοῦ κατέχων ἀρχήν, διενοεῖτο προσλαβεῖν καὶ τὴν Οὐαλεντινιανοῦ. ἐκπέμπουσι δὲ οἱ βασιλεῖς κατ' αὐτοῦ Τιμάσιον καὶ Ῥοχόμηριν καὶ Πρόμοτον καὶ Ἀρβαγάστην τοὺς στρατηγούς. οἱ δὲ παραστάντες αὐτὸν ἐξαπιναίως τοῦ τε θρόνου κατασπῶσι καὶ τῶν τῆς βασιλείας ἐπισήμων ἀποδύουσι καὶ τοῖς βασιλεῦσι κατὰ ἰδιώτην προσάγουσι· κἀνταῦθα Μάξιμος τῆς κεφαλῆς ἀποτέμνεται, τυραννήσας πέντε τὰ σύμπαντα ἔτη. 10.9 Ὅτι μετὰ τὴν κατὰ Μαξίμου νίκην καὶ τὴν ἐπὶ Ῥώμην ἐπάνοδον, ἐξελαύνειν αὐτῆς μέλλοντος τοῦ βασιλέως, ἀστὴρ κατὰ τὸν οὐρανὸν ὤφθη παράδοξος καὶ ἀήθης· μεγάλων δ' ἄρα κακῶν ἄγγελος τῇ οἰκουμένῃ γενήσεσθαι ἔμελλεν. ἐξέλαμψεν δὲ πρῶτον κατὰ μέσας νύκτας πλησίον τοῦ Ἑωσφόρου κατ' αὐτὸν δὴ τὸν καλούμενον ζῳδιακὸν κύκλον, μέγας δὲ καὶ ἐκφεγγὴς ταῖς μαρμαρυγαῖς οὐ πολλῷ τοῦ Ἑωσφόρου λειπόμενος. Ἔπειτα συνδρομὴ πανταχόθεν ἀστέρων ἐπ' αὐτὸν ἀθροιζομένων ἐγίνετο (εἰκάσαις ἂν σμήνῃ μελιττῶν περὶ τὸν ἡγούμενον σφαιρουμένων τὸ θέαμα). κἀντεῦθεν, οἱονεὶ τῆς πρὸς ἀλλήλους συνθλίψεως βιασαμένης, τὸ τῶν ἁπάντων φῶς εἰς μίαν τινὰ συγκραθὲν ἀνέλαμπεν φλόγα· καὶ μαχαίρας ἄντικρυς ἀμφήκους μεγάλης καὶ φοβερᾶς ἀπετέλεσεν εἶδος πληκτικῶς ἐξαυγαζομένης, τῶν μὲν ἄλλων ἁπάντων ἀστέρων εἰς τοῦτο μεταπεσόντων τῆς θέας, ἑνὸς δὲ καὶ μόνου τοῦ πρώτου θεωρηθέντος ἐν τάξει ῥίζης τινὸς ἢ λαβῆς τῷ παντὶ σχήματι ὑποφαινομένου καὶ οἷον τὸ πᾶν τοῦ δειχθέντος ἀστέρος ἀποτίκτοντος σέλας, ὡς ἂν ἐκ λύχνου τινὸς θρυαλλίδος τῆς φλογὸς πρὸς ὕψος ἐξαιρομένης. τὸ μὲν φανὲν οὕτω παράδοξον παρεῖχεν τὴν θέαν. Καὶ ἡ κίνησις δὲ πρὸς πάντα παρήλλαττεν ἀστέρος δρόμον· τὴν γὰρ ἀρχὴν ὅθεν εἴρηται φανῆναι καὶ τῆς κινήσεως ποιησάμενος, συνανίσχετο μὲν τὰ πρῶτα τῷ Ἑωσφόρῳ καὶ συγκατεδύετο· ἔπειτα δὲ κατ' ὀλίγον διιστάμενος ἐπὶ τὰς ἄρκτους ἀνῄει σχολῇ τε καὶ βάδην κινούμενος, καὶ ἐγκαρσίως ὡς ἐπ' ἀριστερᾶς πρὸς τοὺς θεωμένους εἰπεῖν τὴν ἰδίαν πορείαν ποιούμενος. τὴν μέντοι γε κοινὴν περίοδον τὴν αὐτὴν εἶχεν τοῖς ἄλλοις καθ' οὓς ἂν γίνοιτο πορευόμενος. ἐπὶ τεσσαράκοντα δὲ ἡμέρας τῆς ἰδίας αὐτοῦ πορείας ἐπιτελουμένης, εἰς μέσην τὴν μεγάλην ἄρκτον ἐνέβαλεν, κἀν τῷ μεσαιτάτῳ αὐτῆς τὰ τελευταῖα φανεὶς αὐτοῦ που ἀπέσβη. οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ἄλλα πολλὰ παράδοξα περὶ τοῦ ξιφοειδοῦς τούτου δίεισιν ἀστέρος. 10.10 Ὅτι κατὰ Πορφυρίου φησὶ καὶ οὗτος ὁ συγγραφεὺς ὑπὲρ Χριστιανῶν ἀγῶνας καταθέσθαι. 10.11 Ὅτι καθ' οὓς χρόνους ὁ μαχαιροφόρος ἀστὴρ ἐφάνη, καὶ σώματα ἀνθρώπων ὤφθη δύο, ἓν μὲν ἐν τῇ Συρίᾳ τὴν ἀνθρωπίνην φύσιν εἰς μέγεθος ἐκβαῖνον, θάτερον δὲ ἐν Αἰγύπτῳ εἰς ἄπιστον βραχύτητα καταλῆγον. ὁ μὲν οὖν