τῶν πραγμάτων δείκνυσιν. Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην. ἀπαιτεῖς λόγους, διὰ τί εἰς σπέρμα Ἀβραὰμ οἱ οὐκ ἐκ περιτομῆς λογίζονται, φησίν· διὰ τί ὁ οὐ λαὸς ἐγένετο λαός, καὶ οἱ ἐκ περιτομῆς ἐκβάλλονται. εἶπον μὲν πολλὰ ὅτι οὐδ' ὅλως σε χρὴ ταῦτα λογοθετεῖν, ὅτι καὶ παρὰ σοὶ τῷ Ἰουδαίῳ πολλὰ γέγονεν ὧν ἀγνοεῖς τοὺς λόγους· ὁ Ἰακὼβ πρὸ τοῦ τι διαπράξασθαι προτιμηθεὶς τοῦ Ἡσαῦ, οἱ τῶν μοσχοποιησάντων καταδικασθέντες θανάτῳ καίτοι πάντων εἰς τὴν δυσσέβειαν κατενεχθέντων, ὁ Φαραώ, μυρία ἄλλα. νῦν δέ σοι καὶ τοῦτο προστίθημι, ὅτι διὰ τοῦτο οἱ ἐξ ἐθνῶν εἰς σπέρμα Ἀβραὰμ ἐλογίσθησαν, σὺ δὲ 523 οὐκέτι, διότι ἐκεῖνοι ἐκ πίστεως κατέλαβον τὴν δικαίωσιν καὶ τὴν σωτηρίαν τὴν ἐκ πίστεως, σὺ δὲ φυσιούμενος δικαιωθῆναι διὰ τῶν τοῦ νόμου ἔργων, καὶ τὴν διὰ πίστεως δικαίωσιν ὑπερορῶν, εἰκότως καὶ τοῦ διὰ πίστεως δικαιωθέντος Ἀβραὰμ ἀλλότριος ὤφθης τοῦ σπέρματος, καὶ ἀντὶ λαοῦ γέγονας οὐ λαός, καὶ τῆς τῶν πιστῶν σωτηρίας ἐξέπεσες. Rο+m10,1-3 Ἐπειδὴ καθήψατο τῶν Ἰουδαίων, μέλλει δὲ καὶ ἔτι διὰ τοῦ ἀδελφοὶ καὶ τῶν ἄλλων καταλεαίνειν αὐτοὺς καὶ εἰς νουθεσίαν λεληθότως προκαταρτίζειν, ἵνα μὴ ὀργισθέντες ὅλως ἀνήκοοι γένωνται. Ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν. οὐχ ἁπλῶς ὑπὲρ αὐτῶν αἰτοῦμαι ἀλλ' εἰς σωτηρίαν, ἵνα πιστεύσαντες Χριστῷ σωθῶσιν. Καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι. φιλονεικοῦντες κυρῶσαι τὴν ἰδίαν δικαιοσύνην. Rο+m10,4 Πῶς τέλος νόμου Χριστός; ὅτι ἐδικαίωσεν, καὶ ἅπερ ἐκεῖνος ἠθέλησε ποιῆσαι, οὐκ ἴσχυσε δέ, ταῦτα ὁ Χριστὸς ἐλθὼν ἀπήρτισε καὶ ἐτελείωσεν εἰς τοὺς αὐτῷ πιστεύσαντας. Rο+m10,12-15 Λίαν ἐνταῦθα συμπεπλεγμένας ἐννοίας συνείρει καὶ θαυμασίως προσάγει. πλοῦτον ἡγεῖται, φησίν, ὁ Χριστὸς τὸ πιστεῦσαι καὶ σωθῆναί σε, ὥστε τὸ ἀπό γε τοῦ Χριστοῦ ἅπαν γέγονεν. θέλεις οὖν σωθῆναι; ἐπικάλεσαι τὸν Χριστόν. ἀλλὰ θέλεις ἐπικαλέσασθαι; πιστεῦσαι δεῖ πρότερον. θέλεις δὲ πιστεῦσαι; ἀκοῦσαί σε δεῖ πρότερον τοῦ κηρύγματος. ἀλλὰ τὸν κηρύσσοντα ζητεῖς; ἰδοὺ ἐγὼ βοῶ. ἀλλ' ἀγνοεῖς εἰ ἀπέσταλμαι κηρύσσειν; προφητεία ἐστὶν ἄνωθεν τοῦτο κηρύσσουσα, ὅτι οὐ μόνον κηρύξουσι καὶ εὐαγγελίσονται τὴν σωτηρίαν καὶ εἰρήνην, ἀλλ' ὅτι καὶ μεγάλα καὶ ὑπερφυῆ ἐξανύσουσιν· ὡς ὡραῖοι γὰρ οἱ πόδες τῶν ἐπὶ τὸ κήρυγμα τρεχόντων, φησί, τῶν τὸ εὐαγγέλιον καταγγελλόντων. ὥστε οὐδεμία πρόφασις ὑμῖν τοῦ μὴ σωθῆναι. 524 Rο+m10,-21 Ἐμφανέστερον γὰρ καὶ ἐπιπληκτικώτερον προφητεύων καθήψατο οὗτος τῆς Ἰουδαίων ἀγνωμοσύνης λέγων· πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. διὰ τοῦτό φησιν· ἀποτολμᾷ. Rο+m11,6 Εἰ χάριτι ἐκλεγόμεθα, ῥᾴδιον τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ· οὐδὲ γὰρ ἔργων δεόμεθα εἰς τὸ προσδραμεῖν αὐτῷ καὶ πιστεῦσαι, ἀλλὰ μόνη γνώμη καὶ προαίρεσις ἀρκεῖ· κατὰ χάριν γὰρ καὶ οὐ δι' ἔργα προσδέχεται. ὥστε εἰ χάριτι καλεῖ καὶ προσδέχεται, οὐκ ἔχομεν εἰς τοῦτο χρείαν ἔργων, ἐπεὶ εἰ χρείαν σχοίημεν ἔργων, οὐκέτι μένει χάρις ἡ χάρις, διὰ τοῦ ἔργου εἰς ἀντιμισθίαν περιϊσταμένη, ὥστε οὐκ ἔστι χάρις ἡ χάρις. οὐ μόνον δὲ τοῦτο ἀκολουθήσει τὸ ἄτοπον, ἐὰν νομίσωμεν ὅτι δεῖ ἡμῖν ἔργων εἰς τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ, ἀλλὰ καὶ ἕτερον ὅμοιον· εἰ γὰρ ἐξ ἔργων προσιέναι δεῖν ἡμᾶς νομίσομεν, δῆλον ὡς ἀνῄρηται ἡ χάρις, ἐπεὶ εἰ μὴ ἀνῄρηται, οὐκέτι οὐδὲ τὸ ἔργον μένει ἔργον τῆς χάριτος οὐκ ἐώσης ὅλως ἔργον ὑποστῆναι, ἀλλὰ προῖκα τὴν ἐκλογὴν ἐπιδεικνυμένης. κεχώρισται μὲν γὰρ ἀπ' ἀλλήλων τῇ φύσει χάρις καὶ ἔργον, καὶ τῷ μὲν ἔργῳ ἕπεται μισθὸς ἀλλ' οὐ χάρις, ἡ δὲ χάρις δίδοται οὐχ ὡς ἀντιμισθία ἀλλὰ δῶρον καὶ φιλοτιμία. δῆλον οὖν ὅτι τῆς χάριτος τὴν εὐεργεσίαν παρεχομένης, εἴ τις οἴεται διὰ τῶν ἔργων ταύτης ἀπολαύειν, ἀναιρεῖ τὴν χάριν τὸ ὅσον γε ἐφ' ἑαυτῷ, καὶ οὐ μένει ἡ χάρις ἔτι χάρις. πάλιν δὲ οὐδὲ τὰ ἔργα μένει ἔργα· τὴν γὰρ οἰκείαν οὐ σώζει φύσιν, ἐπεὶ τοῖς ἔργοις μισθὸς ἀλλ' οὐ χάρις ἀκολουθεῖ. τῆς χάριτος οὖν χορηγούσης τὴν εὐεργεσίαν κἄν τις δι' ἔργων ταύτης τυχεῖν πειραθείη, εἰς μάτην ἔσται ἡ πεῖρα, μήτε τῶν ἔργων ἔργων ἔτι δυναμένων διαμεῖναι· οὐ γὰρ ἔσται τούτοις μισθὸς τῆς χάριτος προλαβούσης καὶ