ἡ μὲν γάρ, ἑνικωτάτην ἔχουσα δύναμιν, εἰς πᾶσαν αὐτὴν διαπέμπει τὴν ἕνωσιν καὶ ἑνοῖ πᾶσαν ἄνωθεν, μένουσα ἐφ' ἑαυτῆς. ἡ δὲ μεσότης, ἐπ' ἄμφω τὰ ἄκρα διατείνουσα, συνδεῖ πᾶσαν περὶ ἑαυτήν, τῶν μὲν πρώτων διαπορθμεύουσα τὰς δόσεις, τῶν δὲ τελευταίων ἀνατείνουσα τὰς δυνάμεις, καὶ πᾶσι κοινωνίαν ἐντιθεῖσα καὶ σύνδεσιν πρὸς ἄλληλα· μία γὰρ οὕτως ἡ ὅλη γίνεται διάταξις ἔκ τε τῶν πληρούντων καὶ τῶν πληρου μένων, ὥσπερ εἴς τι κέντρον εἰς τὴν μεσότητα συννευόντων. ἡ δὲ ἀποπεράτωσις, ἐπιστρέφουσα πάλιν εἰς τὴν ἀρχὴν καὶ τὰς προελθούσας ἐπανάγουσα δυνάμεις, ὁμοιότητα καὶ σύννευσιν τῇ ὅλῃ τάξει παρέχεται. καὶ οὕτως ὁ σύμπας διάκοσμος εἷς ἐστι διὰ τῆς ἑνοποιοῦ τῶν πρώτων δυνάμεως <καὶ> διὰ τῆς ἐν τῇ μεσότητι συνοχῆς καὶ διὰ τῆς τοῦ τέλους εἰς τὴν ἀρχὴν τῶν προόδων ἐπιστροφῆς. 149 Πᾶν τὸ πλῆθος τῶν θείων ἑνάδων πεπερασμένον ἐστὶ κατὰ ἀριθμόν. εἰ γὰρ ἐγγυτάτω τοῦ ἑνός ἐστιν, οὐκ ἂν ἄπειρον ὑπάρχοι· οὐ γὰρ συμφυὲς τῷ ἑνὶ τὸ ἄπειρον, ἀλλὰ ἀλλότριον. εἰ γὰρ καὶ τὸ πλῆθος καθ' αὑτὸ ἀφίσταται τοῦ ἑνός, τὸ ἄπειρον πλῆθος δῆλον ὡς παντελῶς ἔρημον ἐκείνου· διὸ καὶ ἀδύναμον καὶ ἀδρανές. οὐκ ἄρα ἄπειρον τὸ τῶν θεῶν πλῆθος. ἑνοειδὲς ἄρα καὶ πεπερασμένον, καὶ παντὸς ἄλλου πλήθους μᾶλλον πεπε ρασμένον· παντὸς γὰρ ἄλλου πλήθους μᾶλλον τῷ ἑνὶ συγγενές. εἰ μὲν οὖν ἡ ἀρχὴ πλῆθος, ἔδει τὸ ἐγγυτέρω τῆς ἀρχῆς τοῦ πορρώτερον μᾶλλον εἶναι πλῆθος (ὁμοιότερον γὰρ τὸ ἐγγύτερον)· ἐπεὶ δὲ ἕν ἐστι τὸ πρῶτον, τὸ ἐκείνῳ συναφὲς πλῆθος ἧττον πλῆθος τοῦ πορρώτερον· τὸ δὲ ἄπειρον οὐχ ἧττον πλῆθος, ἀλλὰ μάλιστα πλῆθος. 150 Πᾶν τὸ προϊὸν ἐν ταῖς θείαις τάξεσι πάσας ὑποδέχεσθαι τὰς τοῦ παράγοντος δυνάμεις οὐ πέφυκεν, οὐδὲ ὅλως τὰ δεύτερα πάσας τὰς τῶν πρὸ αὐτῶν, ἀλλ' ἔχει τινὰς ἐκεῖνα τῶν κατα δεεστέρων ἐξῃρημένας δυνάμεις καὶ ἀπεριλήπτους τοῖς μετ' αὐτά. εἰ γὰρ αἱ τῶν θεῶν ἰδιότητες διαφέρουσιν, αἱ μὲν τῶν ὑφειμένων ἐν τοῖς ὑπερτέροις προϋπάρχουσιν, αἱ δὲ τῶν ὑπερτέρων, ὁλικωτέρων ὄντων, ἐν τοῖς ὑφειμένοις οὔκ εἰσιν, ἀλλὰ τὰς μὲν ἐνδίδωσι τὰ κρείττονα τοῖς ἀπ' αὐτῶν παραγο μένοις, τὰς δὲ ἐν αὐτοῖς προείληφεν ἐξῃρημένως. δέδεικται γὰρ ὅτι ὁλικώτεροι μέν εἰσιν οἱ ἐγγυτέρω τοῦ ἑνός, μερικώτεροι δὲ οἱ πορρώτερον· οἱ δὲ ὁλικώτεροι τῶν μερικωτέρων περιληπτικω τέρας ἔχουσι δυνάμεις· οὐκ ἄρα τὴν ἐκείνων δύναμιν οἱ δευτέραν ἔχοντες τάξιν καὶ μερικωτέραν περιλήψονται. ἔστιν ἄρα ἐν τοῖς ὑπερτέροις ἀπερίληπτόν τι καὶ ἀπερίγραφον τοῖς ὑφειμένοις. καὶ γὰρ ἄπειρον ἕκαστον τῶν θείων οὕτως οὔτε ἑαυτῷ δέδεικται ὂν οὔτε τοῖς ὑπὲρ αὐτὸ πολλῷ πρότερον, ἀλλὰ τοῖς μεθ' ἑαυτὸ πᾶσιν· ἡ δὲ ἀπειρία κατὰ τὴν δύναμιν ἐν ἐκείνοις· τὸ δὲ ἄπειρον ἀπερίληπτον, οἷς ἐστιν ἄπειρον· οὐκ ἄρα πασῶν μετέχει τῶν δυνάμεων τὰ καταδεέστερα, ὧν ἐν ἑαυτοῖς τὰ κρείττονα προείληφεν (ἦν γὰρ ἂν ἐκεῖνα περιληπτὰ τοῖς δευτέροις, ὥσπερ δὴ καὶ αὐτοῖς τὰ δεύτερα). οὔτε οὖν πάσας ἔχει ταῦτα τὰς ἐκείνων, διὰ τὸ μερικώτερον· οὔτε ἃς ἔχει, τὸν αὐτὸν ἐκείνοις ἔχει τρόπον, διὰ τὴν ἀπειρίαν τὴν ἐκεῖνα ὑπερφέρειν τῶν καταδεεστέρων ποιοῦσαν. 151 Πᾶν τὸ πατρικὸν ἐν τοῖς θεοῖς πρωτουργόν ἐστι καὶ ἐν τἀγαθοῦ τάξει προϊστάμενον κατὰ πάσας τὰς θείας διακοσμήσεις. τὰς γὰρ ὑπάρξεις τῶν δευτέρων καὶ τὰς δυνάμεις ὅλας καὶ τὰς οὐσίας αὐτὸ παράγει κατὰ μίαν ἄρρητον ὑπεροχήν· διὸ καὶ πατρικὸν ἐπονομάζεται, τὴν ἡνωμένην καὶ ἀγαθοειδῆ τοῦ ἑνὸς δύναμιν ἐμφαῖνον καὶ τὴν ὑποστατικὴν τῶν δευτέρων αἰτίαν. καὶ καθ' ἑκάστην τῶν θεῶν τάξιν τὸ πατρικὸν ἡγεῖται γένος, παράγον ἀφ' ἑαυτοῦ πάντα καὶ κοσμοῦν, ἅτε τῷ ἀγαθῷ τε ταγμένον ἀνάλογον. καὶ πατέρες οἱ μὲν ὁλικώτεροι, οἱ δὲ μερικώτεροι, καθάπερ καὶ αὐταὶ τῶν θεῶν αἱ τάξεις τῷ ὁλικωτέρῳ καὶ μερικωτέρῳ διαφέρουσι, κατὰ τὸν τῆς αἰτίας λόγον· ὅσαι οὖν αἱ ὅλαι τῶν θεῶν πρόοδοι, τοσαῦται καὶ αἱ τῶν πατέρων διαφορότητες. εἰ γὰρ ἔστι τι κατὰ πᾶσαν τάξιν ἀνάλογον τἀγαθῷ, δεῖ τὸ πατρικὸν ἐν πάσαις εἶναι, καὶ προϊέναι ἀπὸ τῆς πατρικῆς ἑνώσεως ἑκάστην. 152 Πᾶν τὸ γεννητικὸν τῶν θεῶν κατὰ τὴν