31
ἐκεῖνος ἐκείνους, καὶ οὗτος τούτους λοιβῇ καὶ 3.62 κνίσῃ χαίρειν ἀναφανδὸν ἰσχυρίσαντο. Ζητητέον μέντοι, τίνα προεστάναι τῶν πονηρῶν δαιμόνων δύναμιν ὁ Πορφύριος λέγει, ἣν ψευδομένην μέγιστον θεὸν ἑαυτὴν ἔφησεν ὀνομάζειν. Ἀλλὰ γὰρ οὐ δεῖ μοι πόνου πρὸς ζήτησιν· ἐν αὐτῷ γὰρ τῷ ξυγγράμματι καὶ ταῦτά φησιν· "Τοὺς δὲ πονηροὺς δαίμονας οὐκ εἰκῇ ὑπὸ τὸν Σάραπιν ὑποπτεύομεν, οὐδ' ἐκ τῶν ξυμβόλων μόνον ἀναπειθό μενοι, ἀλλ' ὅτι τὰ μειλίγματα καὶ τὰ τούτων ἀποτρόπαια πρὸς τὸν Πλούτωνα γίνεται, ὡς ἐν τῷ πρώτῳ ἐδείκνυμεν. Ὁ αὐτὸς δὲ τῷ Πλούτωνι οὗτος ὁ θεός, καὶ διὰ τοῦτο μάλιστα δαιμόνων 3.63 ἄρχων." Πάλιν δ' αὖ καὶ τάδε προστέθεικεν· "Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις, καὶ τούτων ξύμβολον ὁ τρικάρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι, γῇ, ἀέρι, πονη ρὸς δαίμων, οὓς καταπαύει ὁ θεὸς ἔχων ὑπὸ χεῖρα· ἄρχει δὲ αὐτῶν καὶ ἡ Ἑκάτη, ὡς ξυνέχουσα κατὰ τὸ τρίστοιχον." Ταῦτα 3.64 οὐ Μωϋσῆς ὁ νομοθέτης οὐδὲ Πέτρος ἢ Παῦλος ἢ Ἰωάννης οἱ τῆς ἀληθείας κήρυκες κατὰ τῶν πονηρῶν δαιμόνων ξυνέγραψαν, ἀλλὰ Πορφύριος ὁ τῆς ἀληθείας ἀντίπαλος· καὶ τὸν Πλούτωνα καὶ τὴν Ἑκάτην ἄρχοντας τῶν πονηρῶν δαιμόνων ὠνόμασε καὶ 3.65 ψευδόμενον ἔφησε μέγιστον ἑαυτὸν ὀνομάσαι θεόν. Καὶ ἔοικεν ἀτεχνῶς τοῦτο τὸ θαῦμα τῷ τοῦ γενναίου Σαμψὼν προβλήματι· "Ἐκ στόματος ἐσθίοντος ἐξῆλθε βρῶσις, καὶ ἐξ ἰσχυροῦ γλυκύ." Ταῦτα γὰρ δὴ κατὰ τοῦ ψεύδους ὑπὸ τοῦ ξυνηγόρου ξυνεγράφη τοῦ ψεύδους· καὶ ὁ τῆς ἀληθείας κατήγορος ἄκων ὤφθη τῆς ἀλη θείας ξυνήγορος. Ὁ γὰρ τοῦ Βαλαὰμ τοῦ μάντεως τὴν γλῶτταν ἐπαράσασθαι βουλομένην εὐλογίαν ὠδῖναι καταναγκάσας, οὗτος δῆτα καὶ τοῦδε τὴν γλῶτταν κατὰ τῆς ἀληθείας λυττῶσαν καὶ 3.66 ᾄττουσαν κατὰ τοῦ ψεύδους ἄκουσαν μετατέθεικεν. Οὐ μόνον δὲ τῇδε τοιούσδε λόγους ξυνέγραψεν, ἀλλὰ κἀν τῇ Πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον ἐπιστολῇ τὰ παραπλήσια τέθεικεν. Λέγει δὲ οὕτως περὶ τῶν θεῶν μὲν καλουμένων, πονηρῶν δὲ ὄντων δαιμόνων· "Πάνυ με θράττει, πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάτ τονται ὡς χείρους, καὶ δίκαιον εἶναι κατηγοροῦντες τὸν θεράποντα κολάζεσθαι τὰ ἄδικα πράττοντα, αὐτοὶ κελευσθέντες ἄδικα δρᾶν ὑπομένουσι, καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων καλοῦντι οὐχ ὑπακούουσιν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν· ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσι δεῖν εἶναι τοὺς ὑποφήτας, ἵνα μὴ τοῖς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται, αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ ζῴων αἱ θεαγω 3.67 γίαι ἐκτελοῦνται. Πολλῷ δὲ τούτων ἀλογώτερον τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ τεθνεῶτος, αὐτῷ δὲ τῷ βασιλεῖ ἡλίῳ ἢ σελήνῃ ἤ τινι τῶν κατ' οὐρανὸν ἄνθρωπον τῷ τυχόντι ὑποχείριον ἀπειλὰς προσφέροντα φοβεῖν, ψευδόμενον, ἵνα ἐκεῖνοι ἀληθεύσωσιν. Τὸ γὰρ λέγειν, ὅτι τὸν οὐρανὸν προσαράξει καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖ καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξει καὶ τὴν βάριν στήσει καὶ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερ βολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι, ἃ μήτε οἶδε μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δεδοικόσιν οὕτω κενὸν φόβον καὶ 3.68 πλάσματα, ὡς κομιδῇ παισὶν ἀνοήτοις; καίτοι καὶ Χαιρήμων ὁ ἱερογραμματεὺς γράφει, ὡς καὶ παρ' Αἰγυπτίοις θρυλούμενα, καὶ ταῦτά φησι καὶ τὰ τοιαῦτα εἶναι βιαστικώτατα." Πολλὰ δὲ καὶ ἄλλα προσθείς, ἐπήγαγε καὶ ταῦτα· "Περὶ δὲ εὐδαιμονίας οὐδὲν ἀσφαλὲς οὐδὲ ἐχέγγυον ἔχουσιν. Οὐκ ἦσαν οὖν ἄρα οὔτε θεοὶ οὔτε ἀγαθοὶ δαίμονες, ἀλλ' ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος." 3.69 Τίς τῶν τὰ θεῖα πεπαιδευμένων καὶ τὸν πλάνον ἐκεῖνον μυσαττο μένων ἐναργέστερον ἂν τῶν καλουμένων θεῶν τὸν πλάνον δι ήλεγξεν; ἀναφανδὸν γὰρ τούτους ἔφησεν ὁ τῆς ἀληθείας ἀντίπα λος μήτε θεοὺς μήτε ἀγαθοὺς δαίμονας εἶναι, ἀλλὰ τοῦ ψεύδους 3.70 διδασκάλους καὶ πονηρίας πατέρας. Τούτους ὁ Πλάτων ἐν τῷ Τιμαίῳ οὐδὲ φύσει ἀθανάτους φησίν· τὸν γὰρ ποιητὴν εἰρηκέναι πρὸς αὐτοὺς λέγει· "Ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ