31
δοῦλον τοῦ 83.424 κεκτικότος· κτίσμα δὲ τοῦ Πατρὸς ὁ Υἱός. Τοσαύτας ἔλαβον ἐκ τῆς Ἀρείου μανίας βλασφημιῶν ἀφορμάς· εἰς τοσαῦτα τμήματα καὶ ἡ Ἀρείου διῃρέθη συμμορία. Εʹ. -Περὶ Μακεδονιανῶν. Καὶ ἑτέρα δὲ πρὸς ταῖς εἰρημέναις ἐκ τούτων ἐβλάστησεν αἵρεσις, ἧττον δυσσεβεῖν ὑπειλημμένη. Παύλου γὰρ τοῦ πανευφήμου, τοῦ τὴν βασιλίδα πόλιν ποιμάναντος, παρὰ τῶν τὴν Ἀρείου νόσον εἰσδεξαμένων ἐξελασθέντος, Μακεδόνιος ἀντ' ἐκείνου τὰ τῆς Ἐκκλησίας ἐκείνης ἐνεχειρίσθη πηδάλια. Οὗτος ὁ Μακεδόνιος, τὸ μὲν ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ παντελῶς ἀπεκήρυξεν· ὅμοιον δὲ κατὰ πάντα λέγειν ἐνομοθέτησε, καὶ τὸ ὁμοιούσιον ἀντὶ τοῦ ὁμοουσίου προσεπενόησε. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, Ἀρείῳ καὶ Εὐνομίῳ παραπλησίως, βλασ φημῶν διετέλεσεν. Ὅθεν οἱ ἐκ τῆς τούτου συμμο ρίας καλούμενοι Πνευματομάχοι ἐπωνομάσθησαν. Ἐντεῦθεν καὶ τὸ τῶν Μακεδονιανῶν παρεσπάρη ζιζάνιον. ςʹ. -Περὶ ∆ονατιστῶν. Ἐν δὲ τῇ πάλαι μὲν Λιβύῃ, νῦν δὲ Ἀφρικῇ κα λουμένῃ, τὴν τῶν καλουμένων ∆ονατιστῶν παρα πληξίαν ὁ κοινὸς ἀλάστωρ ἔδειξεν. Οὗτοι δὲ, κατὰ μὲν τὴν αἵρεσιν τοῖς Ἀρείου συμφέρονται. Καινὸν δὲ μανίας ἐπενόησαν εἶδος. Τὸν γὰρ βίαιον θάνατον μαρτύριον ὀνομάζουσι· καὶ οἱ τῆσδε τῆς προσηγορίας τυχεῖν ἱμειρόμενοι, πρὸ πολλοῦ μὲν τοῦτο χρόνου μηνύουσι τοῖς ὁμόφροσιν. Οἱ δὲ πᾶσαν αὐτοῖς προσφέρουσι θεραπείαν, καὶ παντοδαπὴν κομίζουσιν ἐδωδὴν, οἷον ἱερεῖά τινα προσιτίζοντες καὶ πιαίνον τες. Ἐπὶ πλεῖστον δὲ ταύτης τῆς χλιδῆς ἀπολαύσαν τες, ἀναγκάζουσιν ἐν ταῖς ὁδοῖς, οὓς ἂν εὕρωσιν, τὰς διὰ τοῦ ξίφους αὐτοῖς ἐπενεγκεῖν θανατηφόρους πληγάς. Καί τινες μὲν ἐπιτυγχάνουσι τοῦ σκοποῦ, τινὲς δὲ διαμαρτάνουσι. Τίς γὰρ σωφρονῶν ἀνάσχοιτο ἂν τοῦ τῆς μιαιφονίας ἄγους τὴν ἅλωσιν εἰσδέξα σθαι; Σφᾶς αὐτοὺς τοίνυν κορυβαντιῶντες ῥίπτουσιν ἀφ' ὕψους κατὰ κρημνῶν. Ἐγὼ δὲ μεταξὺ τῶν Ἀρειανικῶν διηγημάτων, χαρίεν τι συμβὰν ἐπὶ τού τοις διηγήσασθαι βούλομαι. Συχνοὶ γὰρ ἐκ τούτων παραπλησίως τοῖς φασιανικοῖς ὄρνισι πιανθέντες, νεανίᾳ τινὶ περιτυχόντες γενναίῳ, εἶτα γυμνὸν τὸ ξίφος ὀρέξαντες, ἐπέταξαν ἐπενεγκεῖν τὰς πληγὰς, καὶ προσηπείλησαν κατασφάξειν, εἰ μὴ δράσοι τὸ κελευσθέν. Ὁ δὲ ἔφησε δεδιέναι, μή τινων ἀναιρε θέντων, μεταμεληθέντες οἱ λειπόμενοι δίκας αὐτὸν εἰσπράξωνται τῆς σφαγῆς· χρῆναι τοίνυν ἑκάστῳ πρότερον ἐπιθεῖναι δεσμὸν, εἶθ' οὕτως τὸ ξίφος ἐπενεγκεῖν. Εἰξάντων ἐκείνων, καὶ τὰ δεσμὰ δεξα μένων, ῥάβδοις ἅπαντας αἰκισάμενος, ᾤχετο δεδεμένους καταλιπών. Εἰς τοιαύτην καὶ τούτους ἀληθῶς φρενῖτιν ἐμβέβληκε νόσον ὁ πονηρὸς δαίμων. Ζʹ. -Περὶ τῶν ἐν Αἰγύπτῳ Μελετιανῶν. Ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἰγύπτῳ, καθ' ὃν και ρὸν Ἄρειος τῆς κατὰ Μονογενοῦς ἤρξατο βλασφη μίας, Μελέτιός τις ἐπίσκοπος κατὰ τῆς Ἀλε ξάνδρου τοῦ μεγάλου στασιάσας ἡγεμονίας, πολλαῖς πόλεσι καὶ ἐπισκόπους ἐχειροτόνησε, καὶ πρεσβυ τέρους, καὶ διακόνους, οὐ καινῆς αἱρέσεως προστα τεύων, ἀλλὰ ταὐτὰ μὲν τῇ Ἐκκλησίᾳ φρονῶν, τὸ δὲ τῆς φιλαρχίας εἰσδεξάμενος πάθος. Τοῦτον οἱ ἐν Νικαίᾳ συνεληλυθότες ἁγιώτατοι Πατέρες τῶν τῆς Ἐκκλησίας ἀπέστησαν πηδαλίων· τοὺς δὲ παρ' αὐτοῦ χειροτονηθέντας τῶν παρανόμως δοθέντων ἐγύμνωσαν. Ἐντεῦθεν τὸ τῶν Μελετιανῶν