31
ἀνθρωπίνης δικαιοσύνης οὐ χρῄζεις· ἀλλ' ὅτι ἄν τις ἀγαθὸν δράσοι, αὐτὸς ὀνίναται· σοὶ δὲ κέρδος ἐντεῦθεν οὐδέν. Τοῦτο δὲ ὁ Σύμμαχος ἑτέ ρως ἡρμήνευσεν· "Ἀγαθόν μοι οὐκ ἔστιν ἄνευ σου. Πᾶσα, φησὶ, τῶν ἀγαθῶν ἡ φορὰ διὰ τῆς σῆς ὑπάρχει μοι χάριτος. Ἀμφότερα δὲ ταῦτα τῆς εὐ σεβείας ἔχεται. Καὶ ἡμεῖς γὰρ παρὰ τοῦ Θεοῦ τῶν ἀγαθῶν ἀπολαύομεν, καὶ αὐτὸς τῆς ἡμετέρας δικαιο πραγίας οὐ χρῄζει· χάριν μέντοι τῆς ἡμετέρας ὠφε λείας ταύτην νομοθετεῖ. 80.960 γʹ. "Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμά στωσεν ὁ Κύριος, ὅτι πάντα τὰ θελήματα αὐ τοῦ ἐν αὐτοῖς." Τοὺς ἀποστόλους ἐνταῦθα αἰνίτ τεται, καὶ τοὺς δι' ἐκείνων πεπιστευκότας· οἷς λέγει διαφανῆ γεγενῆσθαι τοῦ Θεοῦ τὰ θαύματα· ἐπει δὴ πάντα μου, φησὶ, πεπληρώκασι τὰ προσ τάγματα. δʹ. "Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν." Πολλαὶ, φησὶ, πανταχόθεν ἐπ ανέστησαν προσβολαὶ δήμων καὶ δημαγωγῶν, βασι λέων καὶ στρατηγῶν. Πλὴν ἁπάντων περιγενό μενοι μετὰ τάχους ὅτι πλείστου τὸν δρόμον ἐτέλε σαν καὶ τὴν νύσσαν κατέλαβον. Ἔοικε δὲ τοῦτο τῷ ἀποστολικῷ ῥητῷ· "Ὅταν ἀσθενήσω, τόδε δυνατός εἰμι." -"Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνημονεύσω τῶν ὀνο μάτων αὐτῶν διὰ χειλέων μου." Τούτους δὲ, φησὶ, τοὺς ἐπανισταμένους αὐτοῖς τιμωρίαις παραδώσω, καὶ τὴν μνήμην αὐτῶν κατακρύψω τῇ λήθῃ, ὥστε καὶ αὐτὰς τὰς προσηγορίας παντάπασιν ἀγνοεῖσθαι. εʹ. "Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου." Ἀναμνησθῆναι προσήκει τῶν ἐν τῷ δευτέρῳ ψαλμῷ εἰρημένων. Καὶ γὰρ ἐκεῖ ἀνθρω πίνως πάλιν πρὸς αὐτὸν ἔλεγεν ὁ Πατήρ· "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὐτὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα ἔφη περὶ τῶν ἱερῶν ἀποστόλων· "Πάτερ, οὓς ἔδωκάς μοι σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδω κας· καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας." Ἀλλ' ὥσπερ ἐνταῦθα ἀνθρωπίνως διαλέγεται λαβεῖν παρακαλῶν· οὕτως ἑτέρωθι δεί κνυσιν, ὡς αὐτός ἐστι τῶν ἁπάντων ∆εσπότης. "Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς." Καὶ πάλιν· "Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς ποίμνης ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν." Καὶ ἐν τῷ παρόντι μέντοι ψαλμῷ ἀνθρωπίνως λέ γει· Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ πο τηρίου μου· κληρονομίαν μὲν καλῶν τὴν τῶν ἐθνῶν βασιλείαν· ποτήριον δὲ, ὃν ὑπὲρ ἡμῶν ὑπέμεινε 80.961 θάνατον. Οὕτω γὰρ καὶ ἐν τοῖς ἱεροῖς ἔλεγεν Εὐ αγγελίοις· "Πάτερ, εἰ δυνατὸν, παρελθέτω τοῦτο τὸ ποτήριον ἀπ' ἐμοῦ." [Ὡσεὶ σαφέστερον ἔλε γεν· Καὶ τῆς ἐμῆς Ἐκκλησίας, ἥτις ἐστὶν ἡ κληρο νομία μου, μερίς ἐστιν ὁ Κύριος· ὁ αὐτὸς δὲ καὶ τοῦ ποτηρίου μου, τουτέστι τοῦ θανάτου μερὶς γεγε νημένος ὁ αὐτός.] "Σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρο νομίαν μου ἐμοί." Οὐκ εἶπεν· ὁ διδοὺς, ἀλλ', "Ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου." Ἐπειδὴ γὰρ εὐθὺς δημιουργηθεὶς ὁ ἄνθρωπος, ἁπάντων ἔλαβε τὴν ἐξουσίαν, καὶ ζωὴν εἶχεν ἀθάνατον· μετὰ δὲ τὴν παράβασιν ἀμφοτέρων ἐξέπεσε, καὶ τῆς δεσποτείας, καὶ τῆς ζωῆς· ἀνθρωπίνως ὁ ∆εσπότης ὑπὲρ τῆς ἀνθρωπείας φύσεως ποιεῖται τὴν αἴτησιν, ἀξιῶν ἀπολαβεῖν τὴν προτέραν ζωήν τε καὶ δεσποτείαν. ʹ. "Σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις μου· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστι." Ταύτης ἕνεκεν, φησὶ, τῆς κληρονομίας, τὰς παρού σας ἐδεξάμην ἐπιβουλάς· σχοινία γὰρ τὰς ἐπιβουλὰς ὀνομάζει· οὕτως καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· "Σχοι νία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην." Λέγει τοίνυν, ὅτι Ταύτης ἕνεκα τῆς κρατίστης κληρονομίας, καὶ τῆς τῶν ἀν θρώπων χάριν σωτηρίας, τὰς παρούσας ἐπιβουλὰς ὑπομένω. ζʹ. "Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου." Ἀλλ' ὅμως ὑπὸ τοῦ Κυρίου σοφιζόμενος, καὶ ἀρίστοις χρώμενος λογισμοῖς, τῆς τοῦ πάθους νυκτὸς περιέσομαι. Νύκτα γὰρ ἐκάλεσε τὸ ζοφῶδες τῶν