31
τοῦτο πράττεσθαι; πολλοὶ τοίνυν καὶ ἄλλοι, ἐπειδὴ τὸ βούλεσθαι καὶ αὐτοῖς νόμος ἐστὶν οὐ θεῖος, ἀλλὰ ἀνθρώπινος καὶ κατηγορούμενος, δεδράκασι καὶ δράσωσι τυχὸν ἕως τοῦ αἰῶνος. ἀλλ' ἡ τοῦ θεοῦ ἐκκλησία μεμένηκεν ἀπήμαντος, κἂν πολλοῖς ἐβλήθη τοξεύμασι, καὶ πύλαι ᾅδου κατισχῦσαι αὐτῆς οὐ δεδύνηνται. οὐδὲ παρὰ τοὺς κειμένους ὅρους καὶ νόμους πράττειν τι καὶ λέγειν ἀνέχεται, κἂν πολλοὶ πολλαχῶς ποιμένες ἠφρονεύσαντο· ἐπεὶ καὶ συνόδους συνεκρότησαν μεγάλας καὶ παμπληθεῖς καὶ ἐκκλησίας θεοῦ ἑαυτοὺς ὠνομάκασιν καὶ ὑπὲρ κανόνων ἐφρόντισαν τὸ δοκεῖν, κατὰ κανόνων τὸ ἀληθὲς κινούμενοι. τί δὴ θαυμαστόν, εἰ καὶ νῦν πέντε καὶ δέκα τυχὸν ἐπίσκοποι συναχθέντες τὸν ὑπὸ τῶν κανόνων καθῃρημένον κατὰ δύο αἰτίας ἠθώωσαν, λύσαντες τοῦ ἱερουργεῖν; σύνοδος τοίνυν, δέσποτα, οὐ τὸ ἁπλῶς συνάγεσθαι ἱεράρχας τε καὶ ἱερεῖς, κἂν πολλοὶ ὦσιν (κρείσσων γάρ, φησίν, εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου ἢ μυρίοι παραβαίνοντες), ἀλλὰ τὸ ἐν ὀνόματι Κυρίου ἐν τῇ ἐρεύνῃ καὶ φυλακτικῇ τῶν κανόνων καὶ τὸ δεσμεῖν καὶ λύειν οὐχ ὡς ἔτυχεν, ἀλλ' ὡς δοκεῖ τῇ ἀληθείᾳ καὶ τῷ κανόνι καὶ τῷ γνώμονι τῆς ἀκριβείας. ἢ δείξωσιν οἱ συνελθόντες τοῦτο πεποιηκότες, καὶ ἡμεῖς σὺν αὐτοῖς, ἤ, εἰ οὐ δεικνύουσιν, ἐκβαλέτωσαν τὸν ἀνάξιον, ἵνα μὴ εἰς κατηγόρημα αὐτοῖς καὶ ταῖς μετέπειτα γενεαῖς παραδοθήσεται· ὁ λόγος γὰρ ὁ τοῦ θεοῦ δεδέσθαι φύσιν οὐκ ἔχει, καὶ ἐξουσία τοῖς ἱεράρχαις ἐν οὐδενὶ δέδοται ἐπὶ πάσῃ παραβάσει κανόνος ἢ μόνον στοιχεῖν τὰ δεδογμένα καὶ ἕπεσθαι τοῖς προλαβοῦσιν (οὐκ οἶδα, εἰ μή τι ἀκανόνιστόν ἐστι καὶ παρεωραμένον). καὶ πρὸς τοῦτο κανὼν τοῦ Ἁγίου Βασιλείου εἰς ἱερέα ὀμωμοκότα ἐπ' ἀληθείᾳ τοῦ ἀρκεῖσθαι μόνον τῇ οἰκείᾳ ἐκκλησίᾳ καὶ μηδαμοῦ ἀλλῇ προσφέρειν δῶρον. καὶ πάλιν τῆς ἐν Καρθαγένῃ ἐπὶ τῶν χειροτονούντων τοὺς ἐκ τῶν μοναστηρίων ἀποστατοῦντας τὸ τοὺς τοιούτους μὴ δεῖν εἰς ἑτέραν ἐκκλησίαν παρ' ἣν κατέχει ἕκαστος ἐπισκοπὴν ἱερουργεῖν, τοὺς δὲ χειροτονηθέντας εἶναι καθηρημένους. Εἰ τοίνυν ἐπὶ τούτων τῶν ψιλῶν καὶ τοῖς πολλοῖς οὐδὲ δοκούντων τι εἶναι ἐφάμαρτον οὐκ ἀνεκδίκητα τὰ κρίματα καὶ τὰ τοῦ θεοῦ δικαιώματα, πόσῳ γε μᾶλλον ἐπὶ τοῦ παρόντος; οὐκ ἔστιν οὖν, οὐκ ἔστιν, ὦ δέσποτα, οὔτε τὴν καθ' ἡμᾶς ἐκκλησίαν οὔτε ἑτέραν παρὰ τοὺς κειμένους νόμους καὶ κανόνας ποιεῖν τι. ἐπεί, εἰ τοῦτο δοθείη, κενὸν τὸ εὐαγγέλιον, εἰκῇ οἱ κανόνες, καὶ ἕκαστος κατὰ τὸν καιρὸν τῆς οἰκείας ἀρχιερωσύνης, ἐπειδὴ ἔξεστιν αὐτῷ ὡς δοκεῖ μετὰ τῶν σὺν αὐτῷ πράσσειν, ἔστω νέος εὐαγγελιστής, ἄλλος ἀπόστολος, ἕτερος νομοθέτης. ἀλλ' οὐδαμῶς· παραγγελίαν γὰρ ἔχομεν ἐξ αὐτοῦ τοῦ ἀποστόλου, παρ' ὃ παρελάβομεν, παρ' ὃ οἱ κανόνες τῶν κατὰ καιροὺς συνόδων καθολικῶν τε καὶ τοπικῶν ἐάν τις δογματίζῃ ἢ προστάσσῃ ποιεῖν ἡμᾶς, ἀπαράδεκτον αὐτὸν ἔχειν μηδὲ λογίζεσθαι αὐτὸν ἐν κλήρῳ ἁγίων· καὶ τὸ δύσφημον παρῆμεν λέγειν, ὃ αὐτὸς εἴρηκεν. ἡμῖν οὖν τοῖς ἔξω κόσμου οὐδὲν ἄλλο ὀφείλεται ἢ τὸ τὰ τοιαῦτα ζητεῖν καὶ πράσσειν, ἐξ ὧν καὶ ὑμῖν τὸ συνεπαίρεσθαι καὶ ζηλοῦν. καὶ εἰ μὲν ἐν τούτοις ἡ ζωή, εὖ ἂν ἔχοι· εἰ δὲ μή, συμφέρον καὶ ἀοίκους εἶναι καὶ ἀνεστίους καὶ τὴν ὑπ' οὐρανὸν περιέρχεσθαι μετὰ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν. βοηθησάτω τοίνυν τὰ κατὰ δύναμιν ἡ θεοφιλής σου ψυχὴ καὶ ζηλοτυποῦσα τὰ θεῖα. 25 {1Νικηφόρῳ πατριάρχῃ}1 Παραπετάσματί τινι χρώμενοι τῷ εὐτελεῖ ἡμῶν γραμματείῳ αἰδοῖ τοῦ ἀγγέλου τῆς μακαριότητός σου ἐμφανίζομεν ἑαυτοὺς οἱ ταπεινοὶ τῇ ἱερωτάτῃ αὐτῆς κορυφῇ κατὰ τὸ ἀναγκαῖον. ἤδη γὰρ τὸ παρὸν ἀπήγγειλεν ἡμῖν Ἰωάννης ὁ σύνδουλος καὶ μαθητὴς ἡμῶν, ὡς ἀξιωθεὶς τῆς σεπτῆς σου προσκυνήσεως ἀκήκοεν παρ' αὐτῆς ξένα τινὰ καὶ ἀπευκταῖα· "4ἀποσχίσται γάρ"5, φησιν, "4ἐστὲ τῆς ἐκκλησίας"5. πόσον οὖν ἐπὶ τούτοις, ὦ μακαριώτατε, οὐκ εἰκότως ἦν ἡμῶν διατεθῆναι τὴν ψυχὴν λυπηρῶς; πῶς δὲ οὐκ ἐκλαλῆσαι ἀπολογητικῶς τῇ ἁγιωσύνῃ σου καὶ μὴ τῇ σιωπῇ κυρῶσαι τὴν κατηγορίαν; Ἐγὼ δὲ πρὸ τῆς ἀπολογίας ἐκεῖνο μετ' αἰδοῦς προσαναφέρω, ὅτι οὐχ ὡς