1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

31

αἰτοῦνται παρὰ Οὐάλεντος δι' Εὐφίλα, ἐπισκόπου αὐτῶν Ἀρειανόφρονος, προσυνδιατρίψαντος ἐπὶ Κωνσταντίου Εὐδοξίῳ καὶ Ἀκακίῳ τοῖς Ἀρειανοῖς. οὗτος ἀρειανίζειν τοὺς Γότθους ἐδίδαξεν. οἱ δὲ Γότθοι διῃρέθησαν εἰς δύο· καὶ τῶν μὲν ἐστρατήγει Ἀθανάριχος, τῶν δὲ Φριτιγέρνης· οὗτος ἡττηθεὶς καὶ βοήθειαν λαβὼν παρὰ Οὐάλεντος νικᾷ τοὺς περὶ Ἀθανάριχον· Οὐάλεντι δὲ χαριζόμενος ἀρειανίζειν ἐπὶ πλεῖον τοὺς Γότθους ἐδίδαξεν. Κόσμου ἔτη εωοʹ. Τῆς θείας σαρκώσεως ἔτη τοʹ. Ῥωμαίων βασιλεὺς Οὐάλης ἔτη γʹ. γʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη εʹ. αʹ. Ῥώμης ἐπίσκοπος ∆άμασος ἔτη κηʹ. κϛʹ. Κωνσταντ. ἐπίσκοπος ∆ημόφιλος ἔτη ιβʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ιβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Λούκιος ἔτη ϛʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. ϛʹ. Τούτῳ τῷ ἔτει οἱ Γότθοι πάλιν ἑνωθέντες ἐξῆλθον εἰς τὴν 65 γῆν τῶν Ῥωμαίων καὶ ἠρήμωσαν πολλὰς ἐπαρχίας, Σκυθίαν, Μυσίαν, Θρᾴκην, Μακεδονίαν, καὶ Ἀχαΐαν, καὶ πᾶσαν τὴν Ἑλλάδα, περὶ τὰς εἴκοσιν ἐπαρχίας. ἐθεάθησαν δὲ ἐν τούτῳ τῷ χρόνῳ ἐν τῷ ἀέρι [ἐν] ταῖς νεφέλαις ἐσχηματισμένοι ἄνδρες ἔνοπλοι. ἐγεννήθη δὲ καὶ ἐν Ἀντιοχείᾳ παιδίον ἐντελῆ μὲν τὰ ἄλλα μέρη, ὀφθαλμὸν δὲ ἕνα ἔχον ἐν μέσῳ τῷ μετώπῳ, χεῖρας δὲ τέσσαρας καὶ πόδας τέσσαρας καὶ πώγωνα. Οὐάλης δὲ διάγων ἐν τῇ Ἀντιοχέων καὶ μαθὼν περὶ τῶν Γότθων ἦλθεν ἐπὶ Κωνσταντινούπολιν, οἱ δὲ Βυζάντιοι ὕβριζον αὐτὸν ὡς ἄνανδρον καὶ φυγοπόλεμον. Ἰσαάκιος δέ, ὁ ἱερὸς μοναχός, κρατήσας τοῦ χαλινοῦ τοῦ ἵππου Οὐάλεντος ἐξερχομένου κατὰ Γότθων τὸ ἔσχατον εἰς πόλεμον ἔφη πρὸς αὐτόν· "ποῦ βαδίζεις, βασιλεῦ, κατὰ θεοῦ στρατευόμενος καὶ θεὸν ἔχων ἀντίπαλον;" ᾧ τινι ὀργισθεὶς φρουρᾷ παρέδωκεν ἀπειλήσας αὐτῷ θάνατον, εἰ ἐπανέλθοι, ὡς τῷ Μιχαίᾳ ποτὲ Ἀχαάβ. μετὰ δὲ τὴν ἔξοδον αὐτοῦ ἐξωμολογήσαντό τινες τῶν περὶ αὐτόν, ὡς κατ' ἐπιτροπὴν αὐτοῦ γενέσθαι μαντείας περὶ τῆς προκειμένης αὐτῷ ὁρμῆς ἐν τῷ πολέμῳ. ἐν ᾧ συμβαλὼν τοῖς Γότθοις Οὐάλης καὶ ἡττηθεὶς φεύγει σὺν ὀλίγοις ἐν οἰκίσκῳ. τοῦτον δὲ καταλαβόντες οἱ βάρβαροι καὶ τὴν οἰκίαν ἀνάψαντες, ἀγνοοῦντες τοὺς ἐν αὐτῇ πάντας κατέκαυσαν. φασὶ δὲ ὅτι ὁ θεῖος Ἰσαάκιος ἐν τῇ φρουρᾷ τῆς δυσωδίας Οὐάλεντος ἐμπριζομένου ἀντελάβετο θείῳ χαρίσματι καὶ ψυχῆς καθαρότητι προεῖπέ τε τὴν ἀναίρεσιν αὐτοῦ τοῖς συνοῦσιν, πρὶν ἢ παραγενέσθαι τοὺς ἀπαγγέλλοντας ἐκ τοῦ πολέμου τὰ πεπραγμένα. μετὰ δὲ τὴν ἧτταν καὶ τὸν διὰ πυρὸς θάνατον Οὐάλεντος ἐπαρθέντες οἱ Γότθοι τῇ νίκῃ δεινῶς τὰ προάστεια Κωνσταντινουπόλεως ἐδῄουν. Μαυΐα δέ, ἡ τῶν Σαρακηνῶν βασίλισσα, πέμψασα Σαρακηνῶν στρατόν, καὶ ∆ομνίκα, ἡ γαμετὴ Οὐάλεντος, ἐξαγαγοῦσα τὸν δῆμον τῆς πόλεως τοὺς βαρβάρους ἐδίωξεν. τούτων δὲ οὕτω διατεθέντων, γνοὺς Γρατιανὸς ὁ Αὔγουστος, ἐν τῇ Πανονίᾳ κατερχόμενος ὡς πρὸς βοήθειαν ἀντὶ Οὐάλεντος ἐνέδυσε 66 Θεοδόσιον Αὔγουστον καὶ ἀνηγόρευσε βασιλέα καὶ ἀπέστειλεν εἰς τὸν κατὰ τῶν Γότθων πόλεμον. Γότθους δὲ ἐπιχωρίως τοὺς Σκύθας λέγεσθαι Τραϊανὸς ὁ πατρίκιος ἐν τῇ κατ' αὐτὸν ἱστορίᾳ φησίν. ∆ωρόθεος ὁ ἐν ἁγίοις ἐπὶ τοῦ δυσσεβοῦς Οὐάλεντος ἐμαρτύρησεν ἐν Ἀλεξανδρείᾳ θηρίοις παραδοθεὶς ἐν τῷ Κυνηγίῳ ὑπὸ Ἀρειανῶν. Κόσμου ἔτη εωοαʹ. Τῆς θείας σαρκώσεως ἔτη τοαʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη ιϛʹ αʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη εʹ. βʹ. Ῥώμης ἐπίσκοπος ∆άμασος ἔτη κηʹ. κζʹ. Κωνσταντ. ἐπίσκοπος ∆ημόφιλος ἔτη ιβʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Λούκιος ἔτη ϛʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. ζʹ Τούτῳ τῷ ἔτει Γρατιανὸς ὁ βασιλεὺς κοινωνὸν τῆς βασιλείας Θεοδόσιον προσελάβετο, τῷ γένει μὲν Ἴβηρα Ἑσπέριον, εὐγενῆ δέτινα καὶ θαυμάσιον περὶ τοὺς πολέμους γενόμενον. οὗτος εὐθὺς τοὺς ἐν Θρᾴκῃ βαρβάρους κατὰ κράτος ἐνίκησεν, εὐσεβὴς ὢν καὶ ὀρθόδοξος. Γρατιανὸς δὲ καὶ Οὐαλεντινιανὸς νόμῳ τοὺς ἐν ἐξορίᾳ ἐπισκόπους ἀνεκαλέσαντο, τοὺς δὲ