80. Give me thy reasons, both as an emperor, and as a sophist, thy conclusive arguments and syllogisms: let us see what our own fishermen and vulgar folks will have to say for themselves, "Put away the sound of thy songs, and the music of thy instruments," as my Prophet exhorts thee. Let David again sing with freedom, he that struck down the lofty Goliath with the Mystic Stones, he that overcame many through meekness, and who healed Saul through his spiritual harmony, when possessed by the Evil Spirit. Let the torch-bearer put out his fire; let the wise and holy virgins kindle their own lamps for the bridegroom; let the hierophant put off his harlot's attire: ye priests clothe yourselves with righteousness, and with the garment of glory, instead of the spirit of sloth, and with that great and spotless vesture, namely, Christ, our proper decoration!
Λʹ. Δός μοι τοὺς λόγους σου τοὺς βασιλικούς τε καὶ σοφιστικοὺς, τοὺς ἀφύκτους συλλογισμούς σου καὶ τὰ ἐνθυμήματα: ἴδωμεν οἷα καὶ παρ' ἡμῖν οἱ ἁλιεῖς καὶ ἄγροικοι φθέγγονται. Μετάστησον ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου, διακελεύεταί σοι προφήτης ἐμός: ᾀδέτω δὲ αὖθις σὺν ἐλευθερίᾳ Δαβὶδ, ὁ τὸν ὑψηλὸν Γολιὰθ λίθοις μυστικοῖς καταβαλὼν, ὁ διὰ τῆς πραότητος νικήσας πολλοὺς, καὶ διὰ τῆς πνευματικῆς ἁρμονίας θεραπεύσας Σαοὺλ τὸν τῷ πονηρῷ δαίμονι συμπνιγόμενον. Σβεσάτω τὸ πῦρ ὁ δᾳδοῦχος: ἁπτέτωσαν τῷ νυμφίῳ αἱ φρόνιμοι καὶ ἱεραὶ παρθένοι τὰς ἑαυτῶν λαμπάδας: ἀποθέσθω τὴν πορνικὴν ἱεροφάντης στολήν: ἱερεῖς ἐνδύσασθε δικαιοσύνην, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας, καὶ τὸν μέγαν καὶ ἄσπιλον χιτῶνα Χριστὸν, τὸ ἡμέτερον κόσμημα.