1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

32

ταῦτα ἐπὶ λίαν σμικρᾷ τῇ κινήσει, λογιζομένῳ, ὅτι δὴ αὐτοῖς αἱ οἰκοδομίαι οὐκ ἰσχυραὶ οὐδὲ εὐρεῖαι τυγχάνουσιν οὖσαι οὐδὲ οἷαι καὶ πρὸς βραχὺ ἀνασχέσθαι δονούμεναι, ἀλλ' ἰσχναὶ ἄγαν καὶ ἀσθενεῖς (ἐφ' ἑνὶ γὰρ ὑφαίνονται λίθῳ). 8 ἀλλὰ γὰρ καὶ ὅ τι λόγιμον ἐν τῇ πόλει, ἐδείμαινον καὶ οἵδε, οὔ τί που, οἶμαι, τὸ ἤδη παρῳχηκός, ἀλλ' ὅτι αὐτοῖς καὶ ἐσαῦθις ταὐτὸ τοῦτο ξυμβήσεσθαι οὐκ ἀπὸ τρόπου ἐδόκει. 9 οἱ γὰρ τὴν αἰτίαν τοῦδε τοῦ πάθους ἀναθυμιάσεις τινὰς εἶναι λέγοντες ξηράς τε καὶ λιγνυώδεις, ὑπὸ τὰ γλαφυρὰ τῆς γῆς εἰργομένας καὶ τῷ μὴ δια πνεῖσθαι ῥᾳδίως σφοδρότερον ἔνδον περιδινουμένας, ἃς τὸ ἐπιπροσθοῦν ἅπαν σαλεύειν, ἕως τῇ βιαίᾳ φορᾷ τῆς στεγνότητος ἐνδιδούσης ἐς τοὐμ φανὲς ἀναχθεῖεν, οἱ δὴ οὖν τὰ τοιαῦτα φυσιολογοῦντες τὴν Αἰγυπτίαν φασὶ χώραν οὐ πώποτε σείεσθαι πεφυκέναι, ὡς δὴχθαμαλήν τε ἀτεχνῶς καὶ ὑπτίαν καὶ ἥκιστα σηραγγώδη ἐντεῦθέν τε οὐκ ἐμφορουμένην, εἰ δέ γε καὶ ὑποδέξαιτο, ἀλλ' αὐτομάτως ὑπὸ χαυνότητος θαμὰ ἐξατμιζομέ 61 νην. 10 ἐπεὶ δὲ ἐν τῷ τότε ἥδε ἡ δόξα, εὖ ποιοῦσα, ἐπεφώρατό τε καὶ ἀπελήλεγκτο μὴ σφόδρα ἐν βεβαίῳ κειμένη, εἰκότως ἄρα ἐδεδίεσαν οἱ γενναῖοι, εἴ γε πρὸς τοὐναντίον αὐτοῖς χωρήσει τοὐπίγραμμα καὶ κινδυνεύσοιεν τὸ λοιπὸν οὐ γαιηόχου μόνον, ἀλλὰ καὶ ἐνοσίχθονος πειρᾶσθαι τοῦ Ποσειδῶνος. 11 ἴσως μὲν οὖν εἰ καί τι μέρος τῆς Αἰγύπ του κεκίνηται, ἀλλ' οὐκ ἐπιλείψουσι τοὺς τὰ τοιαῦτα δεινοὺς καὶ ἕτεροι λόγοι, δι' ὧν ἂν καὶ ὣς ἡ τῶν ἀτμῶν σφίσι κρατύνοιτο δόξα. 12 ἐμοὶ δὲ δοκοῦσιν, ὡς μὲν οἷόν τε ἀνθρώπῳ τεκμηρίοις τισὶ χρωμένῳ τῶν ἀδήλων πέρι διανοεῖσθαι, οὐ πάμπαν διαμαρτεῖν τοῦ πιθανοῦ καὶ εἰκότος, τοῦ δέ γε ὄντως ἀληθοῦς πολλῷ ἀπολείπεσθαι. πῶς γὰρ ἄν τις ἐς τὸ ἀκριβὲς τὰ ἀφανῆ καὶ ὑπέρτερα διαγνοίη; 13 ἀπόχρη δὲ ἡμῖν, εἴ γε τοσοῦτο μόνον εἰδείημεν, ὡς θείῳ νῷ καὶ βουλῇ κρείττονι ἅπαντα διατέ τακται· φύσεως δὲ ἀρχὰς καὶ κινήσεις καὶ τὰς ἑκάστου τῶν γινομένων αἰτίας σκοπεῖν μὲν τῷ λόγῳ καὶ διερευνᾶν οὐ παντελῶς ἄχρηστον ἴσως οὐδὲ ἄχαρι νομιστέον, τό γε μὴν οἴεσθαί τε καὶ πεποιθέναι, ὡς ἔνεστιν ἐφικέσθαι τοῦ ὄντος, μή ποτε ἀλαζονεία εἴη τὸ χρῆμα καὶ ἀμαθέστερον τῆς διπλῆς ἐκείνων ἀγνοίας. ἅλις μὲν οὖν τούτων ἔμοιγε· ὁ δὲ λόγος αὖθις ἐς αὑτὸν ἐπανίτω.

16. Κατ' ἐκεῖνο γὰρ τοῦ καιροῦ καὶ ἡ Κῶς ἡ νῆσος, ἡ πρὸς τῷ τέρματι τοῦ Αἰγαίου κειμένη, ἐλάχιστόν τι μέρος αὐτῆς ἐσέσωστο, ἡ δὲ ἄλλη ἅπασα ἐπεπτώκει, ποικίλα τε αὐτῇ καὶ ἀνήκουστα προσεγένετο πάθη. 2 ἥ τε γὰρ θάλαττα ἐπὶ πλεῖστον ἀρθεῖσα κατέκλυσε τὰ παράκτια τῶν οἰκημάτων καὶ διέφθειρεν αὐτοῖς χρήμασι καὶ ἀνθρώποις, τό τε μέγεθος τοῦ βρασμοῦ, ἐξαίσιον οἷον γεγενημένον, τὰ ἔνθα οὐκ ἐνῆν ἀναρριχᾶσθαι τὸ ῥόθιον, ἅπαντα ἔρριψε καὶ κατέβαλεν. 3 ἀπολώλασι δὲ χύδην σχεδόν τι ἅπαντες οἱ ἀστοί, εἴτε ἐν ἱεροῖς ἐτύγχανον πεφευγότες εἴτε καὶ οἴκοι διαιτώμενοι εἴτε καὶ ἄλλοσέ ποι ξυνειλημένοι. 4 ἐμοὶ γοῦν ἐκ τῆς Ἀλεξάνδρου ὑπὸ τὸν αὐτὸν χρόνον κατὰ τὸ Βυζάντιον ἀνακομιζομένῳ καὶ ἐν τῇδε τῇ νήσῳ, οὕτω παρασχόν (ἐν παράπλῳ γὰρ κεῖται), κατ 62 άραντι οἰκτρόν τι πέφηνε θέαμα καὶ ὁποῖον οὐκ ἂν ἀποχρώντως ὑπογράψοι ὁ λόγος. 5 ἅπαν μὲν γὰρ σχεδόν που τὸ ἄστυ χῶμά γε ἦν ἐπὶ μέγα ἠρμένον καὶ λίθοι κείμενοι σποράδην κιόνων τε τρύφη καὶ ξύλων κατεαγότων καὶ κόνις πολλὴ ὕπερθεν φερομένη καὶ ἐπηλυγάζουσα τὸν ἀέρα, ὡς μηδὲ αὐτά που τὰ τῶν λεωφόρων χωρία ῥᾳδίως διαγιγνώσ κεσθαι, πλὴν ὅσον ὑπονοῆσαι. ὀλίγα δὲ ἄττα δωμάτια εἱστήκεσαν ἀπα θῆ, καὶ ταῦτα οὐχ ὅσα τιτάνῳ τυχὸν καὶ λίθῳ καὶ ταύτῃ δὴ τῇ στερε μνιωτέρᾳ καὶ μᾶλλον μονίμῳ κατὰ τὸ εἰκὸς ὕλῃ ἐξείργαστο, μόνα δὲ τὰ ἐκ πλίνθου ἀπέφθου καὶ πηλοῦ ἀγροικότερον πεποιημένα. 6 ἄνδρες δὲ σποράδην ὀλίγιστοι ἀνεφαίνοντο σκυθρωποί τε ἄγαν καὶ κατηφεῖς καὶ ὥσπερ τελεώτατα τῷ σφετέρῳ βίῳ ἀπειρηκότες· πρὸς γὰρ τοῖς ἄλλοις δεινοῖς καὶ ἅπαν τὸ ἐπιχώριον ὕδωρ, τὴν τοῦ ἀκραιφνοῦς καὶ ποτίμου φύσιν ἀθρόον