Τῷ τε ἄρχοντι Τύρου, καὶ θρῆνον κατ' αὐτοῦ, καὶ τοῖς υἱοῖς τοῦ λαοῦ αὐ τοῦ, καὶ ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ. Καὶ τὸ τε λευταῖον τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ τῆς Ἱερουσα λὴμ διαγράφων, προφητεύει. Βιβλίον κβʹ. ∆ανιήλ. Καὶ οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονεν ἕως τοῦ βασιλέως Κύρου Πέρσου. Καὶ τὰ μὲν κατὰ Σουσάν ναν κρίνει αὐτὸς, καὶ κατακρίνει τοὺς πρεσβυτέρους, ὡς συκοφάντας· τὰ δὲ τοῦ βασιλέως ἐνύπνια αὐτὸς ἀπαγγέλλει τε καὶ ἑρμηνεύει. Βλέπει δὲ καὶ ὁράσεις τελείας περὶ μὲν τῶν βασιλειῶν δύο, περὶ δὲ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ καταπαύσεως τῆς Ἱερουσαλὴμ, καὶ τῆς τοῦ ἀντιχρίστου παρουσίας, δύο. ∆ιηγεῖται δὲ περὶ τοῦ μαρτυρίου Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, καὶ περὶ τοῦ ὕμνου αὐτῶν· καὶ ὅτι αὐτοὶ μὲν διεσώθησαν, οἱ δὲ ὑποκαίοντες κατεφλέ χθησαν, καὶ μετέγνω ὁ βασιλεύς· καὶ ὅτι αὐτὸς δὶς ἐβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· τὸ μὲν πρῶτον, ἐπειδὴ τῶν Βαβυλωνίων προσευχομένων ∆αρείῳ τῷ βασιλεῖ μόνος αὐτὸς Θεῷ προσηύχετο· τὸ δὲ δεύτε ρον, διότι τὸν Βὴλ κατέστρεψε, καὶ τὸν δράκοντα ἀνεῖλεν ἐπὶ Κύρου τοῦ βασιλέως· καὶ αὐτὸς μὲν διεσώθη, καὶ ἀπὸ τῶν λεόντων ἀνῆλθεν ἐκ τοῦ λάκ κου· οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ ἐβλήθησαν εἰς τὸν αὐτῶν. 28.368 Τέλος τῶν κανονιζομένων βιβλίων τῆς Παλαιᾶς ∆ιαθήκης εἰς εἴκοσι καὶ δύο συμποσουμένων, κατὰ τὸν ἀριθμὸν τῶν παρ' Ἑβραίοις γραμμάτων. Τοσ αῦτα γάρ ἐστι παρ' αὐτοῖς τὰ στοιχεῖα, ὡς προεί πομεν. Ῥητέον δὲ ὁμοίως καὶ περὶ τῶν ἑτέρων τῆς Παλαιᾶς βίβλων, τῶν μὴ κανονιζομένων μὲν, ἀναγι νωσκομένων δὲ μόνον, ὡς προδεδήλωται. Βιβλίον Ἐσθήρ. Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ τῆς Ἐσθὴρ ἱστορίαν περιέχει, πῶς ὁ Θεὸς δι' αὐτῆς, μέλλοντας ἀπόλλυσθαι παγγενεὶ τοὺς Ἰουδαίους, αὐ τοὺς μὲν διέσωσε, τὸν δὲ Ἀμὰν, τὸν θελήσαντα ἐπι βουλεῦσαι, ἐπάταξεν. Ἡ δὲ ἱστορία γέγονεν ἐν Σού σοις, καὶ ἔστιν αὕτη. Ἀρταξέρξης ὁ βασιλεὺς, ἐκβαλὼν τὴν ἰδίαν γυναῖκα, ἐζήτησεν ἐν τῇ βασιλείᾳ αὐτοῦ τὴν πάντων καλλιστεύουσαν καὶ ὡραιοτέραν λαβεῖν ἑαυτῷ γυναῖκα. Καὶ εὑρέθη ἡ Ἐσθὴρ, τὸ γένος Ἰουδαία τυγχάνουσα. Ἦν δὲ καὶ Μαρδοχαῖος συγγενὴς αὐτῆς ἀπὸ τῆς αἰχμαλωσίας τῆς γενομένης ἐπὶ Σεδεκίου ἐν αὐτῇ τῇ χώρᾳ. Ὁ οὖν βασιλεὺς, μέγα ποιήσας τινὰ τῶν ἑαυτοῦ, λεγόμενον Ἀμὰν, ἐκέλευσε πάντας αὐτὸν προσκυνεῖν. Ἀλλὰ τοῦ Μαρδοχαίου διὰ τὴν πρὸς τὸν Θεὸν λατρείαν μὴ προσκυνοῦντος αὐτὸν, ὠρ γίσθη ὁ Ἀμάν· καὶ μαθὼν, ὅτι Ἰουδαῖός ἐστι, πείθει τὸν βασιλέα Ἀρταξέρξην, καὶ γράφει, ὥστε πάν τας τοὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ Ἰουδαίους ὁλοῤῥίζους ἀπολέσθαι ἐν μιᾷ ἡμέρᾳ τῷ ιβʹ μηνί. Τοῦτο τοίνυν μαθὼν ὁ Μαρδοχαῖος, ἐπένθει, καὶ νηστεύων προσ έπεσε τῇ Ἐσθὴρ, ἀξιῶν παρ' αὐτῆς βοήθειαν γενέ σθαι. Ἡ τοίνυν Ἐσθὴρ, νηστεύσασα, καὶ εὐξαμένη τῷ Θεῷ, ἐκόσμησεν ἑαυτὴν τῷ βασιλικῷ κόσμῳ, καὶ μὴ κληθεῖσα (οὐκ ἦν γὰρ ἐξὸν εἰσελθεῖν ἀκλητί), ὅμως εἰσῆλθε παρὰ τὸν καιρὸν πρὸς τὸν βασιλέα, ἀντὶ τοῦ καιροῦ θαῤῥοῦσα τῇ εὐχῇ· εἶτα τοῦ βασι λέως θαυμάζοντος τὸ ξένον, ἔπεσεν ἐκείνη ἀπὸ τοῦ φόβου. Ὁ δὲ Θεὸς μετέβαλε τὸν θυμὸν τοῦ βασιλέως εἰς διάθεσιν καὶ πρᾳότητα, καὶ ἀναστὰς ἐβάστασε τὴν γυναῖκα, καὶ παρεκάλει αὐτὴν μὴ φοβεῖσθαι· ἀλλὰ καὶ ἠξίωσεν αὐτὴν αἰτήσασθαι, εἴ τι βούλοιτο. Ἡ δὲ ἐπὶ δεῖπνον ἠξίωσεν ἐλθεῖν αὐτόν τε τὸν βασι λέα καὶ τὸν Ἀμὰν, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον. Ὁ μὲν οὖν Ἀμὰν, διαχυθεὶς, καὶ γανωθεὶς, ὡς ἀξιωθεὶς ὑπὸ τῆς βασιλίσσης κληθῆναι, ἔτι μᾶλλον ἐπή ρετο κατὰ τοῦ Μαρδοχαίου, καὶ ποιήσας κοπῆναι ξύλον μέγα,
32