ἐπερχομένην ἐπὶ σέ· παῦσαι οὖν διώκων Χριστιανοὺς, μή ποτέ σε ἡ ὀργὴ καταλάβῃ· μέλλει γὰρ ἤδη ἐπὶ σὲ ἔρχεσθαι. Ὁ δὲ Βαλάκιος, γελάσας, τὴν μὲν ἐπιστολὴν ἔῤῥιψε χαμαὶ, πτύσας εἰς αὐτὴν, τοὺς δὲ κομίσαντας ὕβρισε, παραγγείλας ἀπαγγέλλειν Ἀντωνίῳ ταῦτα· Ἐπειδὴ φροντίζεις περὶ τῶν μοναχῶν, ἤδη καί σε μετ ελεύσομαι. Καὶ οὐ παρῆλθον ἡμέραι πέντε, καὶ κατέλαβεν αὐτὸν ἡ ὀργή. Εἰς γὰρ τὴν πρώτην μο νὴν Ἀλεξανδρείας τὴν λεγομένην Χαιρέου ἐξῆλθεν αὐτός τε ὁ Βαλάκιος καὶ Νεστόριος ὁ ἔπαρχος τῆς Αἰγύπτου, καὶ ἀμφότεροι μὲν ἐπεκαθέζοντο ἵπ ποις· ἦσαν δὲ οὗτοι ἴδιοι τοῦ Βαλακίου, καὶ πραό τεροι πάντων τῶν τρεφομένων παρ' αὐτῷ. Ἀλλὰ μήπω φθασάντων αὐτῶν εἰς τὸν τόπον, ἤρξαντο παί ζειν, ὡς εἰώθασι, πρὸς ἀλλήλους· καὶ ἐξαίφνης ὁ πραότερος, ᾧ ἐπεκαθέζετο Νεστόριος, δήγματι τὸν Βαλάκιον καταβαλὼν ἐπέπεσεν αὐτῷ· καὶ οὕτω τοῖς ὀδοῦσιν ἐσπάραξε τὸν μηρὸν αὐτῷ, ὡς εὐθὺς μὲν ἀπενεχθῆναι εἰς τὴν πόλιν, ἐν τρισὶ δὲ ἡμέραις ἀποθα νεῖν· καὶ πάντας θαυμάζειν, ὅτι ἃ προείρηκεν ὁ Ἀντώνιος, ταχέως πεπλήρωται. Οὕτω μὲν οὖν τοῖς πικροτέροις παρῄνει· τοὺς δὲ ἄλλους τοὺς πρὸς αὐτὸν ἀπαντῶντας οὕτως ἐνου θέτει, ὡς ἐπιλανθάνεσθαι παρ' αὐτὰ τοῦ δικάζειν, καὶ μακαρίζειν τοὺς ἀναχωροῦντας ἀπὸ τοῦ βίου τούτου. Οὕτω δὲ τῶν ἀδικουμένων προΐστατο, ὡς 26.965 νομίζειν μὴ ἄλλους, ἀλλ' αὐτὸν εἶναι τὸν πάσχοντα. Οὕτω δὲ πάλιν πρὸς ὠφέλειαν πᾶσιν ἦν ἱκανὸς, ὡς πολλοὺς στρατευομένους, καὶ τῶν τὰ πολλὰ κεκτη μένων, ἀποτίθεσθαι τὰ τοῦ βίου βάρη, καὶ λοιπὸν γίνεσθαι μοναχούς. Καὶ ὅλως ὥσπερ ἰατρὸς ἦν δο θεὶς παρὰ τοῦ Θεοῦ τῇ Αἰγύπτῳ. Τίς γὰρ λυπούμε νος ἀπήντα, καὶ οὐχ ὑπέστρεφε χαίρων; τίς ἤρχετο θρηνῶν διὰ τοὺς αὐτοῦ τεθνηκότας, καὶ οὐκ εὐθέως ἀπετίθετο τὸ πένθος; τίς ὀργιζόμενος ἤρχετο, καὶ οὐκ εἰς φιλίαν μετεβάλλετο; τίς πένης ἀκηδιῶν ἀπήντα, καὶ ἀκούων αὐτοῦ καὶ βλέπων αὐτὸν, οὐ κατεφρόνει τοῦ πλούτου, καὶ παρεμυθεῖτο τὴν πε νίαν; τίς μοναχὸς, ὀλιγωρήσας, καὶ ἐλθὼν πρὸς αὐτὸν, οὐ μᾶλλον ἰσχυρότερος ἐγένετο; τίς νεώτερος ἐλθὼν εἰς τὸ ὄρος, καὶ θεωρήσας Ἀντώνιον, οὐκ εὐθέως ἐξηρνεῖτο τὰς ἡδονὰς, καὶ ἠγάπα σωφρο σύνην; τίς ἤρχετο πρὸς αὐτὸν ὑπὸ δαίμονος πειραζό μενος, καὶ οὐκ ἀνεπαύετο; τίς δὲ ἐν λογισμοῖς ἐν οχλούμενος ἤρχετο, καὶ οὐκ ἐγαληνία τῇ διανοίᾳ; Καὶ γὰρ καὶ τοῦτο ἦν μέγα τῆς ἀσκήσεως τοῦ Ἀντωνίου, ὅτι, καθὰ προεῖπον, χάρισμα διακρίσεως πνευμάτων ἔχων, ἐπεγίνωσκεν αὐτῶν τὰ κινήματα· καὶ πρὸς ὅ τις αὐτῶν εἶχε τὴν σπουδὴν καὶ τὴν ὁρ μὴν, τοῦτο οὐκ ἠγνόει. Καὶ οὐ μόνον αὐτὸς οὐκ ἐπαί ζετο παρ' αὐτῶν, ἀλλὰ καὶ τοὺς ἐνοχλουμένους ἐν λογισμοῖς παρακαλῶν ἐδίδασκε, πῶς ἂν δύναιντο τὰς ἐκείνων ἐπιβουλὰς ἀνατρέπειν· διηγούμενος τῶν ἐνεργούντων τὰς ἀσθενείας καὶ τὰς πανουργίας. Ἕκαστος γοῦν, ὥσπερ ἐπαλιφεὶς παρ' αὐτοῦ, κατήρχετο καταθαῤῥῶν τῶν νοημάτων τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ. Πόσαι δὲ καὶ μνηστῆρας ἔχουσαι παρθένοι, καὶ μόνον ἀπὸ τοῦ πέραν ἰδοῦσαι τὸν Ἀντώνιον, ἔμειναν τῷ Χριστῷ παρθένοι; Ἤρχοντο δὲ καὶ ἀπὸ τῶν ἔξω μερῶν πρὸς αὐτόν. Καὶ αὐτοὶ μετὰ πάντων τὴν ὠφέλειαν ἐσχηκότες ὑπέστρε φον, ὡς παρὰ πατρὸς προπεμπόμενοι. Ἀμέλει κοιμηθέντος αὐτοῦ, πάντες, ὡς ὀρφανοὶ γενόμενοι πατρὸς, μόνῃ τῇ ἐκείνου μνήμῃ παρακαλοῦσιν ἑαυτοὺς, κατέχοντες ἅμα τὰς νουθεσίας καὶ τὰς παραινέσεις αὐτοῦ. 26.968 Οἷον δὲ καὶ τὸ τέλος αὐτῷ τοῦ βίου γέγονεν, ἄξιον κἀμὲ μνημονεῦσαι, καὶ ὑμᾶς ἀκοῦσαι ποθοῦν τας· καὶ τοῦτο γὰρ αὐτοῦ ζηλωτὸν γέγονε. Κατὰ τὸ εἰωθὸς ἐπεσκέπτετο τοὺς μοναχοὺς τοὺς ἐν τῷ ὄρει τῷ ἔξω, καὶ προσμαθὼν παρὰ τῆς Προνοίας περὶ τῆς ἑαυτοῦ τελευτῆς, ἐλάλει τοῖς ἀδελφοῖς λέ γων· Ταύτην ὑμῶν τὴν ἐπίσκεψιν ὑστέραν ποιοῦ μαι, καὶ θαυμάζω, εἰ
32